Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
…ῆμος Ἀθήνησι τῆς Ἐρεχθηίδος φυλῆς. τινὲς δὲ Ἀγρυλή γράφουσιν ἄνευ τοῦ « α », Ἀγρυλῆθεν. θέλει δὲ τὸ « α » ἀπὸ Ἀγραύλου τῆς Κέκροπος θυγατρός. τρεῖς δὲ ἦσαν ἀπὸ τῶν αὐξόντων τοὺς καρποὺς ὠνομασμέναι, Πάνδροσος Ἕρση Ἄγραυλος. ἔστι δὲ καὶ πόλις Ἀθηναίων ἄποικος ἐν Σαρδοῖ ἀπὸ τοῦ δήμου κληθεῖσα Ἀγρυλή. ὁ δημότης Ἀγρυλεύς, καὶ Ἀγρυλῆθεν ἐκ τόπου, εἰς τόπον Ἀγρυλήνδε. δέχεται δὲ δύο τύπους. καὶ ἐν τόπῳ Ἀγρυλῆσι.
τὸ δὲ Ἀγρυλή δῆμος Ἀθήνησι τῆς Ἐρεχθηΐδος φυλῆς γράφεται καὶ μετὰ τοῦ 'α' Ἀγραυλή ἀπὸ Ἀγραύλου τῆς Κέκροπος θυγατρός. ἔστι δὲ καὶ πόλις Ἀθηναίων ἄποικος ἐν Σαρδοῖ ἀπὸ τοῦ δήμου κληθεῖσα Ἀγρυλή. Τὰ εἰς 'ωλη' ὑπερδισύλλαβα ὀξύνεται, παυσωλή, τερπωλή, εὐχωλή, ἀδμωλή ἡ ἄγνοια, θερμωλή, γαμψωλή, χαριτωλή, μεμφωλή, θεραπωλή. τὸ δὲ ἐριώλη ἡ μεγάλη πνοή ἀπὸ τοῦ ἐρί καὶ τοῦ ἄω τὸ πνέω βαρύνεται. ὡσαύτως καὶ Ῥακώλη χωρ…