Ἀγρός, τὸ χωρίον. ὁ οἰκήτωρ ἀγρότης καὶ ἀγρότις, καὶ ἀγροιώτης καὶ ἀγρωτήρ καὶ ἀγρώτειρα καὶ ἀγρώτης διὰ τοῦ « ω » μεγάλου, ὡς Μαλλός Μαλλώτης καὶ Ἤπειρος Ἠπειρώτης, καὶ ἀγρώστης πλεονασμῷ τοῦ « σ », καὶ συνθέτως ἄγροικος καὶ ἀγροῖκος, ἀφ´ ὧν παρώνυμον τὸ ἀγροικηρός ὡς σιγηρός, καὶ “ἀγροικηρὴν φύσιν”, καὶ ἀγροιῶτις καὶ ἀγρωστῖνος καὶ ἀγρεῖος καὶ ἀγρίτης, ὡς τόπος τοπίτης, καὶ ἀγρείη διὰ διφθόγγου.
Translation pending