Ἄγυλλα, πόλις Τυρρηνίας. Λυκόφρων “Ἄγυλλαν Αὐσονῖτιν εἰσεκώμασεν”. ἔστι δὲ κτίσμα τῶν ἐκ Θετταλίας Πελασγῶν, μετωνομάσθη δὲ Καῖρε. Θετταλῶν γὰρ κρατούντων τῆς πόλεως προσελθών τις τῶν ἀπὸ Λυδίας μετοικησάντων Τυρρηνῶν ἠρώτα τί ἂν εἴη τὸ ὄνομα τῆς πόλεως, τὶς δὲ ἀντὶ τῆς ἀποκρίσεως τὸ χαῖρε εἶπεν· ὅθεν Τυρρηνοὶ κρατήσαντες Καῖρε προσηγόρευσαν. τὸ ἐθνικὸν Καιρετανοί, ὡς Στράβων. ὁ πολίτης Ἀγυλλαῖος. Ῥιανὸς δὲ Ἀγύλλιον εἶπε χαλκόν.
Translation pending