Ἄδανα

Stephanos of Byzantium - Ethnika

Ἄδανα OCR ✓ Trans ✓ Confirmed ✓
city
Entry #55
Greek source: meineke
Meineke: 24.19 | Billerbeck: Α55
OCR: gemini-constrained (gemini-3-flash-preview) on 2026-01-28
Word count: 183
Source: vol1_130.jpg
Edit
Ἄδανα, Κίλισσα πόλις, οὐδετέρως. ταύτην ᾤκισεν Ἄδανος καὶ Σάρος, Ταρσεῦσι πολεμήσαντες καὶ ἡττηθέντες. ἀφ´ ὧν ἡ πόλις ἀπὸ τοῦ ἡγεμόνος Ἄδανα. τὸν δὲ ποταμὸν Κοίρανον καλούμενον Σάρον καλέσαντες. ἔστι δὲ ὁ Ἄδανος Γῆς καὶ Οὐρανοῦ παῖς, καὶ Ὄστασος καὶ Σάνδης καὶ Κρόνος καὶ Ῥέα καὶ Ἰαπετὸς καὶ Ὄλυμβρος. ὁ πολίτης Ἀδανεύς, ὡς Γάργαρα Γαργαρεύς, Τύανα Τυανεύς. ἔστι δὲ καὶ ἑτέρα πόλις ἐν μεσογείῳ τῆς εὐδαίμονος Ἀραβίας, ὡς Οὐράνιός φησιν ἐν Ἀραβικῶν τρίτῳ. ὁ ταύτης πολίτης οὐ δύναται Ἀδανεύς εἶναι· οὐ γὰρ ὁ τύπος Ἀράβων, ἀλλὰ τῶν διὰ τοῦ « α » οὐδετέρων ὁ διὰ τοῦ « ηνος ». Ζόαρα Ζοαρηνός, Μήδαβα Μηδαβηνός, Τάρφαρα Ταρφαρηνός, Αὔαρα Αὐαρηνός. οὕτως καὶ Ἀδανηνός. ἢ Ἀδανίτης, ὡς Ἀίλανα Ἀιλανίτης. Ἡρωδιανὸς ἐν τετάρτῃ τῆς καθόλου “τὸ Ἄδανις καὶ Θήβανις θηλυκὸν τὸν Αἰολίδος ἔσχεν. ἐπίσταμαι δὲ ὅτι καὶ ἀρσενικόν ἐστιν. οὕτως δὲ ἄνεμος καλεῖται ἀπὸ Θήβης πόλεως πνέων τῆς Ἠετίωνος, τοῦ πατρὸς Ἀνδρομάχης”. εἰ τοίνυν τοῦ Ἀδανεύς τὸ Ἀδανίς, ὡς τοῦ Ταρσεύς τὸ Ταρσίς, ἔδει συνοξύνεσθαι, εἰ μὴ κατ´ Αἰολέας βαρύνεται, ὅπερ ἐπὶ τοῦ Θήβανις εἴρηκεν, εἴ γε ὅλως ἐστὶν ἐθνικόν. ἔστι καὶ τρίτη πόλις πρὸς τῷ Εὐφράτῃ. τὸ ἐθνικὸν Περσικῷ ἔθει Ἀδανηνός.
Translation pending

Herodian overlaps

Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.

Herodian 1.285
char LCS 19 (2.1%) · word LCS 5 (2.7%)
Stephanos
…να. τὸν δὲ ποταμὸν Κοίρανον καλούμενον Σάρον καλέσαντες. ἔστι δὲ ὁ Ἄδανος Γῆς καὶ Οὐρανοῦ παῖς, καὶ Ὄστασος καὶ Σάνδης καὶ Κρόνος καὶ Ῥέα καὶ Ἰαπετὸς καὶ Ὄλυμβρος. ὁ πολίτης Ἀδανεύς, ὡς Γάργαρα Γαργαρεύς, Τύανα Τυανεύς. ἔστι δὲ καὶ ἑτέρα πόλις ἐν μεσογείῳ τῆς εὐδαίμονος Ἀραβίας, ὡς Οὐράνιός φησιν ἐν Ἀραβικῶν τρίτῳ. ὁ ταύτης πολίτης οὐ δύναται Ἀδανεύς εἶναι· οὐ γὰρ ὁ τύπος Ἀράβων, ἀλλὰ τῶν διὰ τοῦ « α » οὐδετέρων ὁ διὰ τοῦ « ηνος ». Ζόαρα Ζοαρηνός, Μήδαβα Μηδα…
Herodian
Εὐρώπῃ. λέγεται δὲ καὶ Κορσία διὰ τοῦ 'ι'. Κροκεαί πόλις Λακωνική, τῶν ἑκατὸν πόλεων μία. λέγεται καὶ ἑνικῶς. Ὀρνεαί κώμη Ἀργείας, ἣ καὶ Ὀρνειαί—ἔστι δὲ καὶ ἑτέρα πόλις μεταξὺ Κορίνθου καὶ Σικυῶνος· καλεῖται δὲ οὕτως ἢ ἀπὸ Ὀρνέως τοῦ Ἐρεχθέως ἢ ἀπὸ Ὀρνέας νύμφης ἢ ὅτι ἐφ´ ὕψους κεῖται ἢ ὁμωνύμως Ὀρνέᾳ τῷ ποταμῷ—ὀξύνεται ὡς πληθυντικά. τὸ δὲ γενεά, δωρεά, ὀχεά περιεκτικά ἐστιν. Τὰ εἰς '…