Ἀδαρούπολις, πόλις Περσική, ὡς Μαρκιανὸς ἐν περίπλῳ τοῦ Περσικοῦ κόλπου. ὁ πολίτης Ἀδαροπολίτης, ὡς Ἡλιοπολίτης Ἡφαιστοπολίτης, τῷ τεχνικῷ λόγῳ, εἰ μὴ ὀφείλει τῷ Περσικῷ τύπῳ, ὡς Καμβυσηνός Σωφηνός Παραιτακηνός. ἔστι δὲ καὶ Ἄδαρα οὐδετέρως, κώμη μεγάλη τρίτης Παλαιστίνης μεταξὺ Χαρακμώβων καὶ Ἀρεοπόλεως, ἴσως ἀπὸ τῆς Περσίδος κληθεῖσα πόλεως. καὶ γὰρ φυλή τις ἐν Χαρακμώβοις Βαβυλώνιοι. τῶν δὲ Ἀδάρων τὸ ἐθνικὸν Ἀδαρηνός.