Ἀδράστεια, μεταξὺ Πριάπου καὶ τοῦ Παρίου, ἀπὸ Ἀδράστου βασιλέως, ὃς καὶ πρῶτος ἱδρύσατο τὸ Νεμέσεως ἱερόν. ἐκαλεῖτο δὲ καὶ ἡ χώρα Ἀδράστεια καὶ Ἀδραστείας πεδίον, καὶ ἡ πόλις οὕτως. Διογένης ἐν πρώτῃ [περὶ] Κυζίκου φησὶν ἀπὸ Ἀδραστείας κεκλῆσθαι μιᾶς τῶν Ὀρεστιάδων νυμφῶν. τὸ ἐθνικὸν Ἀδραστεύς. οἱ δὲ ἐπιχώριοι Ἀδραστηνός ὡς Κυζικηνός φασίν. ἔστι καὶ Τρωάδος Ἀδράστεια τόπος, ἀπὸ Ἀδραστείας θυγατρὸς Μελίσσου, τοῦ Ἴδης τῆς πρῶτον βασιλευσάσης ἐν Τροίᾳ, ὡς Χάραξ Ἑλληνικῶν δευτέρᾳ. τὸ αὐτὸ δέ ἐστι χωρίον καὶ ἐθνικόν.
Translation pending