Stephanos of Byzantium - Ethnika
Adrymes: Adrymetos, a city of Libya. Said both in the masculine and the feminine and the neuter. Named from a certain Adrymes, the genitive being brought into the nominative, and the ethnonym Adrymetios, as 'Berytios'. Better Adrymes and Adrymesios. For nominatives from a genitive, apart from poetic diction, are very rare.
External translation supplied by Brady Kiesling; reported Claude Fable 5.5 translation. Credit: Brady Kiesling and the Stephanos project (Greg Baker, Gabriel Jower, Greta Hawes, Brady Kiesling). Not individually verified; exact Greek input not supplied.
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
…ρύμης, Ἀδρύμητος, Λιβύης πόλις. λέγεται καὶ ἀρσενικῶς καὶ θηλυκῶς καὶ οὐδετέρως. κέκληται ἀπό τινος Ἀδρύμητος, τῆς γενικῆς παραχθείσης εἰς εὐθεῖαν, καὶ τὸ ἐθνικὸν Ἀδρυμήτιος, ὡς Βηρύτιος. ἄμεινον τὸ Ἀδρύμης καὶ Ἀδρυμήσιος. αἱ γὰρ ἀπὸ γενικῆς εὐθεῖαι δίχα ποιητικῆς φράσεως σπανιώταται.
…τῷ περὶ Εὐξείνου πόντου μυθολογεῖ. Ἀδρύμης Λιβύης πόλις· λέγεται καὶ ἀρσενικῶς καὶ θηλυκῶς ἡ Ἀδρυμητός καὶ οὐδετέρως τὸ Ἀδρυμητόν. κέκληται δὲ ἀπό τινος Ἀδρύμητος τῆς γενικῆς παραχθείσης εἰς εὐθεῖαν. ἄμεινον δὲ τὸ Ἀδρύμης· αἱ γὰρ ἀπὸ γενικῆς εὐθεῖαι δίχα ποιητικῆς φράσεως σπανιώταται. Ἔτι τὰ εἰς 'ανης' κύρια, Τιγράνης, Ἰορδάνης, Ἐξοστάνης, Ἀϊάνης, Βαρδάνης, Ἀριστοφάνης, Θεοφάνης. τὸ δὲ ἐπίθετον θεοφανής ὀξύνεται. καὶ τὰ εἰς 'αννης' διὰ δύο 'νν' Ὀρθάννης. καὶ τὰ εἰς 'νης' παραληγόμενα τῷ 'ρ'. Βαστάρν…
Ἀδρύμης, Ἀδρύμητος, Λιβύης πόλις. λέγεται καὶ ἀρσενικῶς καὶ θηλυκῶς καὶ οὐδετέρως. κέκληται ἀπό τινος Ἀδρύμητος, τῆς γενικῆς παραχθείσης εἰς εὐθεῖαν, καὶ τὸ ἐθνικὸν Ἀδρυμήτιος, ὡς Βηρύτιος. ἄμεινον τὸ Ἀδρύμης καὶ Ἀδρυμήσιος. αἱ γὰρ ἀπὸ γενικῆς εὐθεῖαι δίχα ποιητικῆς φράσεως σπανιώταται.
…μέλεος σύνθετόν ἐστι. τὸ δὲ τέλεος καὶ κήλεος κατὰ πάθος ἀπὸ τέλειος καὶ κήλειος κτητικά. * Τὰ εἰς 'νεος' ὑπὲρ δύο συλλαβὰς ὀξύνεται, ἐνεός, Φενεός ἥρως καὶ πόλις Ἀρκαδίας· «οἳ Φενεόν τ´ ἐνέμοντο καὶ Ὀρχομενόν »(Β 605). λέγεται καὶ ἀρσενικῶς καὶ θηλυκῶς. κενεός, ἀφνεός, Ἐλινεός ὄνομα ἔθνους. Ἐρινεός πόλις Δωριέων ὑπὸ τὸν Παρνασσόν. λέγεται καὶ Ἐρινειός. ἔστι καὶ Θετταλίας ἄλλη καὶ Ἀχαΐας. τὸ δὲ λαΐνεος καὶ ἐλαΐνεος κατὰ πλεονασμὸν τοῦ 'ε' ἐκ τοῦ λάϊνος καὶ ἐλάϊνος. τὸ δὲ …
Ἀδρύμης, Ἀδρύμητος, Λιβύης πόλις. λέγεται καὶ ἀρσενικῶς καὶ θηλυκῶς καὶ οὐδετέρως. κέκληται ἀπό τινος Ἀδρύμητος, τῆς γενικῆς παραχθείσης εἰς εὐθεῖαν, καὶ τὸ ἐθνικὸν Ἀδρυμήτιος, ὡς Βηρύτιος. ἄμεινον τὸ Ἀδρύμης καὶ Ἀδρυμήσιος. αἱ γὰρ ἀπὸ γενικῆς εὐθεῖαι δίχα ποιητικῆς φράσεως σπανιώταται.
…ον Σχεδίος, Χρομίος, Κλυτίος, Ὁδίος, Δολίος, Τυχίος. ἀντιπίπτουσι δὲ κατὰ παράδοσιν τὸ Ἅλιος, Ἄνιος, Ξένιος, Κρόνιος, Ὕπιος ποταμὸς καὶ πόλις ὑπὸ τὴν Ποντικὴν Ἡράκλειαν, ὡς Δομίτιος Καλλίστρατος ἐν ἕκτῳ τῶν περὶ Ἡρακλείας. λέγεται καὶ ἀρσενικῶς καὶ θηλυκῶς. γίνεται δὲ παρὰ τὴν ὑπό πρόθεσιν ὡς Ἄνιος παρὰ τὴν ἀνά καὶ Ἄμφιος ὁ τοῦ Σελάγου υἱὸς παρὰ τὴν ἀμφί ἐκτάσεως γενομένης τοῦ 'ι' ποιητικῆς. Τὰ εἰς 'ιος' τρισύλλαβα κύρια ἔχοντα τὴν τρίτην μακρὰν προπαροξύνεται,