Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Ἀζανία, μέρος τῆς Ἀρκαδίας, ἀπὸ Ἀζᾶνος τοῦ Ἀρκάδος. οἱ οἰκήτορες Ἀζᾶνες καὶ Ἀζῆνες. καὶ Ἀζάνιος καὶ Ἀζανία καὶ Ἀζάνιον. Εὔδοξος δὲ ἐν ἕκτῃ γῆς περιόδου φησίν “ἔστι κρήνη τῆς Ἀζηνίας, ἣ τοὺς γευσαμένους τοῦ ὕδατος ποιεῖ μηδὲ τὴν ὀσμὴν τοῦ οἴνου ἀνέχεσθαι, εἰς ἣν λέγουσι Μελάμποδα, ὅτε τὰς Προιτίδας ἐκάθαιρεν, ἐμβαλεῖν τὰ ἀποκαθάρματα”. ἔστι δὲ μοῖρα τῆς Ἀρκαδίας ἡ Ἀζανία. διῄρηται δὲ εἰς τρία, Παρρασίους Ἀζᾶνας Τραπεζουντίους. καὶ ἔχει ἡ Ἀζανία πόλεις ἑπτακαίδεκα, ἃς ἔλαχεν Ἀζήν. ἔστι καὶ Μασσαλίας ἄλλη, ὡς Φίλων.
…κρωνία κακοῦ—λευσμόν τε» (Eum. 187). Χιτωνία· οὕτως ἡ Ἄρτεμις ἐλέγετο, ὡς Παρμένων ὁ Βυζάντιος καὶ Ἐπίχαρμος ἐν Σφιγγί «καὶ τὸ τᾶς Χιτωνίας αὐλησάτω τίς μοι μέλος». Ἀζανία μέρος τῆς Ἀρκαδίας. λέγεται καὶ Ἀζηνία. Εὔδοξος ἐν ἕκτῃ γῆς περιόδου φησίν· «ἔστι κρήνη τῆς Ἀζηνίας, ἣ τοὺς γευσαμένους τοῦ ὕδατος ποιεῖ μηδὲ τὴν ὀσμὴν τοῦ οἴνου ἀνέχεσθαι, εἰς ἣν λέγουσι Μελάμποδα, ὅτε τὰς Προιτίδας ἐκάθαιρεν, ἐμβαλεῖν τὰ καθάρματα». ἔστι δὲ καὶ Μασσαλίας ἄλλη, ὡς Φίλων. Ἀθαμανία χώρα Ἰλλυρίας, οἱ δὲ Θεσσαλίας. Αἱμονία ἡ Θετταλία ἀπὸ Αἵμονος. εἰσὶ δὲ καὶ Αἱμονιαί πόλις Ἀρκαδίας ἀπὸ Αἵμονος τοῦ Λυκάονος παιδός, ὡς Παυσανίας ὀγδόῳ περιηγήσ…