Ἀζανοί

Stephanos of Byzantium - Ethnika

Ἀζανοί OCR ✓ Trans ✓ Confirmed ✓
city
Entry #72
Greek source: meineke
Meineke: 31.3 | Billerbeck: Α72
OCR: gemini-constrained (gemini-3-flash-preview) on 2026-01-28
Word count: 134
Source: vol1_138.jpg
Edit
Ἀζανοί, Φρυγίας πόλις. Στράβων δωδεκάτῃ “τῆς δ´ Ἐπικτήτου Φρυγίας Ἀζανοί τέ εἰσι καὶ Νακόλεια”. οἱ πολῖται Ἀζανῖται, τὸ θηλυκὸν Ἀζανῖτις. Ἡρωδιανὸς διὰ τῆς « αι » ἐν πρώτῃ τῶν καθόλου λέγων “Αἰζὴν Ταντάλου παῖς, ἀφ´ οὗ ἐν Φρυγίᾳ πόλις Αἰζανοί”. τινὲς δὲ Ἀζάνιον αὐτήν φασιν. Ἑρμογένης δέ φησιν οὐδὲ οὕτως, ἀλλ´ Ἐξουάνουν αὐτὴν καλεῖσθαι· λέγεται γὰρ παρὰ τὸν τόπον ἀγροικίας εἶναι, λιμοῦ δὲ γενομένου συνελθόντες οἱ ποιμένες ἔθυον εὐβοσίαν γενέσθαι· οὐκ ἀκουόντων δὲ τῶν θεῶν Εὔφορβος τὴν οὐανοῦν, ὅ ἐστιν ἀλώπηξ, καὶ ἔξιν, ὅ ἐστιν ἐχῖνος, θῦσαι τοῖς δαίμοσιν· εὐαρεστησάντων δὲ τῶν θεῶν εὐφορίαν γενέσθαι καὶ τὴν γῆν πολυκαρπῆσαι, τοὺς δὲ περιοίκους πυθομένους ἱερέα καὶ ἄρχοντα αὐτὸν καταστῆσαι. ἐξ αὐτοῦ δὲ κληθῆναι τὴν πόλιν Ἐξουάνουν, ὃ μεθερμηνευόμενον ἔστιν ἐχιναλώπηξ. ἔοικε δὲ μετηλλοιῶσθαι ἐκ τοῦ Ἐξουάνουν τὸ Ἀζάνιον. ἔστι δὲ ὅμοιον τῷ Βιθυνίῳ, περὶ οὗ ἐροῦμεν.
Translation pending

Herodian overlaps

Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.

Herodian 1.15
char LCS 42 (6.0%) · word LCS 9 (6.8%)
Stephanos
Ἀζανοί, Φρυγίας πόλις. Στράβων δωδεκάτῃ “τῆς δ´ Ἐπικτήτου Φρυγίας Ἀζανοί τέ εἰσι καὶ Νακόλεια”. οἱ πολῖται Ἀζανῖται, τὸ θηλυκὸν Ἀζανῖτις. Ἡρωδιανὸς διὰ τῆς « αι » ἐν πρώτῃ τῶν καθόλου λέγων “Αἰζὴν Ταντάλου παῖς, ἀφ´ οὗ ἐν Φρυγίᾳ πόλις Αἰζανοί”. τινὲς δὲ Ἀζάνιον αὐτήν φασιν. Ἑρμογένης δέ φησιν οὐδὲ οὕτως, ἀλλ´ Ἐξουάνουν αὐτὴν καλεῖσθαι· λέγεται γὰρ παρὰ τὸν τόπον ἀγροικίας εἶναι, λιμοῦ δὲ γενομένου συνελθόντες οἱ ποιμένες ἔθυον εὐβοσίαν γενέσθαι· οὐκ ἀκουόντω…
Herodian
…α ἔχοντα πρὸ τοῦ 'η' τὸ 'σ' ἢ διπλοῦν σύμφωνον μὴ παραληγόμενον τῇ 'ου' διφθόγγῳ ὀξύνεσθαι θέλει, εἰ μὴ παρασχηματίζοιτο οὐδετέρῳ γένει οἷον ἐσσήν ὁ οἰκιστής «Μυρμιδόνων ἐσσῆνα» Καλλίμαχος. καμασήν ὁ ἰχθῦς, Δαμασήν, ἐρσήν, Αἰζήν, Ταντάλου παῖς, ἀφ´ οὗ ἐν Φρυγίᾳ πόλις Αἰζανοί. Ἀζήν ἔθνος τῆς Ἀρκαδίας ὃ καὶ Ἀζάν, ἀζήν ὁ πώγων κατὰ Φρύγας, ἀψήν. Τροιζήν καὶ ὁ κτιστὴς καὶ ἡ πόλις. εὑρίσκεται γὰρ καὶ πόλεσιν ὁμοφωνοῦντα τὰ τῶν κτιστῶν ὀνόματα· Καμικός Κολοφών Κόρινθος Κῶς Σικυών Κύρνος Λέσβος· ο…