Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Ἀζειῶται, ἔθνος τῆς Τρωάδος, ὡς Ἑλλάνικος ἐν τοῖς περὶ Λυδίαν λέγει. ἔοικε δὲ τὸ πρωτότυπον Ἄζεια εἶναι, ἵν´ ᾖ ὡς Μάρεια Μαρειώτης, Ῥάφεια Ῥαφειώτης. λέγεται δὲ καὶ Ἀζειοί.
ἀγροιώτης, μονώτης καὶ μονώστης. Μαιώτης ἔθνος Σκυθικὸν μέγιστον καὶ πολυάνθρωπον. ἔστι καὶ μαιώτης ἰχθῦς τις. Ἀραχώτης ποταμὸς Ἰνδικός, ὃς καὶ Ἀραχωτός. Ἀζειώτης ἔθνος τῆς Τρῳάδος, ὡς Ἑλλάνικος ἐν τοῖς περὶ Λυδίαν λέγει. ἔοικε δὲ τὸ πρωτότυπον Ἄζεια εἶναι, ἵν´ ᾖ ὡς Μάρεια Μαρειώτης, Ῥάφεια Ῥαφειώτης. λέγεται δὲ καὶ Ἀζειοί. Ἡρακλεώτης, Ῥαφανεώτης, Ἀμβρακιώτης, Πηλιώτης, Φθιώτης, Ἰταλιώτης, Σικελιώτης. ἀσπιδιώτης—τὸ δὲ προπετής, ἀκρατής, τριετής σύνθετα. Τὰ διὰ τοῦ 'ατης' τὸ 'α' μακρὸν ἔχοντα μὴ ὄντα ῥηματικὰ βαρύνεται, Εὐφράτης ποταμός, Ν…