Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Ἄζιλις, πόλις Λιβύης. οἱ δὲ περὶ Σαλούστιον οὐ πόλιν, ἀλλὰ τόπον φασὶ καὶ ποταμὸν εἶναι. τινὲς δὲ Ἄζιριν μετὰ τοῦ « ρ » λέγουσι τὸν χῶρον. Χάραξ δὲ Ἄζιρον λέγει αὐτήν. ὁ πολίτης Ἀζιλίτης, ὅτι πρωτότυπον εἰς « ις », τῷ Λιβυκῷ χαρακτῆρι καὶ Αἰγυπτίῳ, καὶ ὡς Κάνωβος Κανωβίτης. εἰ δ´ οὐδετέρως Ἄζιρον, τὸ ἐθνικὸν Ἀζιρεύς, ὡς Σουνιεύς.
…λίς· Πείσανδρος δεκάτῳ, Ἀργολίς, Ὀζολίς ἡ χώρα, Δασκυλίς, πηγυλίς «νὺξ γὰρ ἐπῆλθε κακὴ Βορέαο πεσόντος πηγυλίς» (Od. ξ 475), Θηγυλίς ἐπίθετον Ἀθηνᾶς, γογγυλίς. τὸ μέντοι Ἄζιλις τὸ 'ζι' μακρὸν ἔχει. ἔστι δὲ πόλις Λιβύης. τινὲς δὲ Ἄζιριν μετὰ τοῦ 'ρ' λέγουσι τὸν χῶρον. Χάραξ δὲ Ἄζιρον λέγει αὐτήν. ὁμοίως καὶ τὸ Ἄγρυλις προπαροξύνεται διὰ τὸ τοῦ 'υ' μῆκος. καὶ τὸ Σισίγυλις πόλις μεγάλη πλησίον Κελτικῆς. τὸ δὲ Παμφυλίς ἐθνικὸν καὶ Τριφυλίς ὀξύνεται ὡς Αἰολίς Αἰτωλίς καὶ τὰ ὅμοια. Τὰ εἰς 'λις' παρώνυμα τῷ 'ω' ἢ διφθόγ…