Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Ἄζωρος, πόλις Πελαγονίας τῆς λεγομένης Τριπολίτιδος, ὡς Στράβων, ὑπό τινος ἐκτισμένη Ἀζώρου. λέγεται καὶ πληθυντικῶς “ἐν Ἀζώροις”. ὁ πολίτης Ἀζωρίτης, ὡς Ἀλωρίτης· πόλις δὲ Μακεδονίας καὶ ἡ Ἄλωρος. Ῥιανὸς Ἀζώρειαν αὐτήν φησιν. ἢ Ἀζωρεάτης ὡς Βοττεάτης, ἢ Ἀζωρεύς ὡς Ἀλεξανδρεύς.
…ρός, ἐχυρός, ἰσχυρός, βδελυρός, ἑκυρός ὁ πενθερός. Τὰ διὰ τοῦ 'ωρος' ὑπερδισύλλαβα κύρια προπαροξύνεται, Θεόδωρος, Ἄψωρος πόλις Ἰλλυρίας, Ἰσόδωρος. Ἄλωρος πόλις Μακεδονίας. ἔστι δὲ καὶ τὸ μυχαίτατον τοῦ Θερμαίου κόλπου. Ἄζωρος πόλις Πελαγονίας τῆς λεγομένης Τριπολίτιδος, ὡς Στράβων, ὑπό τινος ἐκτισμένη Ἀζώρου. λέγεται καὶ πληθυντικῶς «ἐν Ἀζώροις». Ῥιανὸς Ἀζώρειαν αὐτήν φησιν. Ἀννίχωρος ἔθνος πλησίον Περσῶν. λέγεται καὶ Ἀννίχωρ. Ἄωρος πόλις Κρήτης ἀπὸ Ἀώρας νύμφης. ἐκαλεῖτο καὶ Σάωρος. Γάζωρος πόλις Μακεδονίας. Ἔλωρος ποταμὸς ὁ κατὰ Πάχυνον, ὃς λέγεται τιθασοὺς …