Ἄζωτος

Stephanos of Byzantium - Ethnika

Ἄζωτος OCR ✓ Trans ✓ Confirmed ✓
city
Entry #77
Greek source: meineke
Meineke: 33.3 | Billerbeck: Α77
OCR: gemini-constrained (gemini-3-flash-preview) on 2026-01-29
Word count: 58
Source: vol1_140.jpg
Edit
Ἄζωτος, πόλις Παλαιστίνης. ταύτην ἔκτισεν εἷς τῶν ἐπανελθόντων ἀπ´ Ἐρυθρᾶς θαλάσσης φυγάδων, καὶ ἀπὸ τῆς γυναικὸς αὐτοῦ Ἄζας ὠνόμασεν, ὅ ἐστι χίμαιραν, ἣν Ἄζωτον μετέφρασαν. λέγεται καὶ ἀρσενικῶς καὶ [θηλυκῶς]. ἔστι καὶ ἄλλη πόλις Ἄζωτος Ἀχαΐας. ὁ πολίτης Ἀζώτιος, ὡς Βηρύτιος Ἁλιάρτιος, καὶ θηλυκῶς. ἐκαλεῖτο δὲ καὶ Πελωρία ἀπὸ τῶν Σπαρτῶν ἑνὸς Πελώρου, καὶ ἀπὸ παιδὸς Ἀζώτου Ἄζωτος.
Translation pending

Herodian overlaps

Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.

Herodian 1.113
char LCS 29 (9.3%) · word LCS 5 (8.6%)
Stephanos
Ἄζωτος, πόλις Παλαιστίνης. ταύτην ἔκτισεν εἷς τῶν ἐπανελθόντων ἀπ´ Ἐρυθρᾶς θαλάσσης φυγάδων, καὶ ἀπὸ τῆς γυναικὸς αὐτοῦ Ἄζας ὠνόμασεν, ὅ ἐστι χίμαιραν, ἣν Ἄζωτον μετέφρασαν. λέγεται καὶ ἀρσενικῶς καὶ [θηλυκῶς]. ἔστι καὶ ἄλλη πόλις Ἄζωτος Ἀχαΐας. ὁ πολίτης Ἀζώτιος, ὡς Βηρύτιος Ἁλιάρτιος, καὶ θηλυκῶς. ἐκαλεῖτο δὲ καὶ Πελωρία ἀπὸ τῶν Σπαρτῶν ἑνὸς Πελώρου, καὶ ἀπὸ παιδὸς Ἀζώτου Ἄζωτος.
Herodian
…μέλεος σύνθετόν ἐστι. τὸ δὲ τέλεος καὶ κήλεος κατὰ πάθος ἀπὸ τέλειος καὶ κήλειος κτητικά. * Τὰ εἰς 'νεος' ὑπὲρ δύο συλλαβὰς ὀξύνεται, ἐνεός, Φενεός ἥρως καὶ πόλις Ἀρκαδίας· «οἳ Φενεόν τ´ ἐνέμοντο καὶ Ὀρχομενόν »(Β 605). λέγεται καὶ ἀρσενικῶς καὶ θηλυκῶς. κενεός, ἀφνεός, Ἐλινεός ὄνομα ἔθνους. Ἐρινεός πόλις Δωριέων ὑπὸ τὸν Παρνασσόν. λέγεται καὶ Ἐρινειός. ἔστι καὶ Θετταλίας ἄλλη καὶ Ἀχαΐας. τὸ δὲ λαΐνεος καὶ ἐλαΐνεος κατὰ πλεονασμὸν τοῦ 'ε' ἐκ τοῦ λάϊνος καὶ ἐλάϊνος. τὸ …
Herodian 1.125
char LCS 29 (9.3%) · word LCS 5 (8.6%)
Stephanos
Ἄζωτος, πόλις Παλαιστίνης. ταύτην ἔκτισεν εἷς τῶν ἐπανελθόντων ἀπ´ Ἐρυθρᾶς θαλάσσης φυγάδων, καὶ ἀπὸ τῆς γυναικὸς αὐτοῦ Ἄζας ὠνόμασεν, ὅ ἐστι χίμαιραν, ἣν Ἄζωτον μετέφρασαν. λέγεται καὶ ἀρσενικῶς καὶ [θηλυκῶς]. ἔστι καὶ ἄλλη πόλις Ἄζωτος Ἀχαΐας. ὁ πολίτης Ἀζώτιος, ὡς Βηρύτιος Ἁλιάρτιος, καὶ θηλυκῶς. ἐκαλεῖτο δὲ καὶ Πελωρία ἀπὸ τῶν Σπαρτῶν ἑνὸς Πελώρου, καὶ ἀπὸ παιδὸς Ἀζώτου Ἄζωτος.
Herodian
…Σχεδίος, Χρομίος, Κλυτίος, Ὁδίος, Δολίος, Τυχίος. ἀντιπίπτουσι δὲ κατὰ παράδοσιν τὸ Ἅλιος, Ἄνιος, Ξένιος, Κρόνιος, Ὕπιος ποταμὸς καὶ πόλις ὑπὸ τὴν Ποντικὴν Ἡράκλειαν, ὡς Δομίτιος Καλλίστρατος ἐν ἕκτῳ τῶν περὶ Ἡρακλείας. λέγεται καὶ ἀρσενικῶς καὶ θηλυκῶς. γίνεται δὲ παρὰ τὴν ὑπό πρόθεσιν ὡς Ἄνιος παρὰ τὴν ἀνά καὶ Ἄμφιος ὁ τοῦ Σελάγου υἱὸς παρὰ τὴν ἀμφί ἐκτάσεως γενομένης τοῦ 'ι' ποιητικῆς. Τὰ εἰς 'ιος' τρισύλλαβα κύρια ἔχοντα τὴν τρίτην μακρὰν προπαροξύνεται,