Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Ἀθάρραβις, πόλις Αἰγύπτου, ὡς Ἡρωδιανὸς ἐν τετάρτῳ “Ἀθαρραβίτης νομὸς ἐν Αἰγύπτῳ καὶ Ἀθάρραβις πόλις”. Ἑκαταῖος δ´ ἐν δευτέρῳ περιηγήσεως δι´ ἑνὸς « ρ » καὶ τοῦ « μ » “Ἀθαραμβίτης νομὸς καὶ Ἀθαράμβη πόλις”. τὸ ἐθνικὸν Ἀθαραμβῖται.
καλεόμενον καὶ τὸ ἱερὸν τοῦ Καρίου ἐκεῖ». σεσημείωται τὸ κάνναβις. τὰ δὲ κύρια ἢ προσηγορικὰ βαρύνεται, Ἀθάρραβις πόλις Αἰγύπτου. Ἑκαταῖος δ´ ἐν δευτέρῳ περιηγήσεως δι´ ἑνὸς 'ρ' καὶ τοῦ 'μ' «Ἀθάραμβις πόλις». Ἄθλιβις πόλις Αἰγύπτου. Νικάνωρ δ´ ὁ Ἑρμείου ἐν τῇ πρὸς Ἀδριανὸν γραφῇ διὰ τοῦ 'ρ' φησὶν Ἄθριβις. οὕτω καὶ Στράβων (p 802). ἔστι καὶ ἄλλη ἐν Ἀραβίᾳ. Ἴαβις πόλις τῆς Γαλαδίτιδος. Ἰώσηπος (A. I. 5, 2, 11 et 6, 14…