Ἀθῆναι, πόλεις κατὰ μὲν Ὦρον πέντε, κατὰ δὲ Φίλωνα ἕξ. ἡ ἐν Ἀττικῇ, περὶ ἧς φησι Χάραξ ὅτι ὁ Θησεὺς τὰς ἕνδεκα πόλεις τὰς ἐν τῇ Ἀττικῇ συνοικίσας εἰς Ἀθήνας συνοίκια ἑορτὴν κατεστήσατο. ὁ πολίτης Ἀθηναῖος καὶ θηλυκὸν Ἀθηναία. ἡ δὲ θεὸς Ἀθηναία λέγεται μονογενῶς. λέγεται δὲ καὶ ἐπὶ γυναικός, ὡς ἄλλοι μὲν πολλοί, Φιλήμων δὲ οὕτως ἐν Πτερυγίῳ νυνὶ δ´ ὅταν λάβῃ τις εἰς τὴν οἰκίαν τὰς Ἱππονίκας τάσδε καὶ Ναυσιστράτας καὶ Ναυσινίκας, τὰς Ἀθηναίας λέγω. Δίδυμος δέ φησιν ὅτι Ἀθηναίας λέγουσιν ἀντὶ τοῦ Ἀττικάς. ὁ δὲ Φρύνιχος ἀνάττικόν φησιν εἶναι τὴν φωνὴν καὶ θαυμάζει πῶς ὁ Φερεκράτης ἀττικώτατος ὢν χρῆται. ἀστὰς δὲ τὰς γυναῖκας ἔλεγον οὐ διὰ τὸ μὴ δύνασθαι λέγειν Ἀθηναίας, ἀλλ´ ἐπειδὴ καὶ τοὺς ἄνδρας ἀστοὺς ἐκάλουν. πρῶτοι γὰρ Ἀθηναῖοι τὰ ἄστη καὶ τὰς πόλεις εὑρεῖν ἱστοροῦνται, ὅθεν καὶ τὴν ἀκρόπολιν αὐτῶν πόλιν ἐκάλουν κυρίῳ ὀνόματι, ὡς Ἀριστοφάνης καὶ προσκυνῶ γε πρῶτα μὲν τὸν ἥλιον, ἔπειτα σεμνῆς Παλλάδος κλεινὴν πόλιν. ἐλέγοντο δὲ καὶ πατρωνυμικῷ τύπῳ, ὡς Ἅβρων ἐν τῷ περὶ παρωνύμων, ὅτι εἰσὶ διτταὶ προσηγορίαι παρὰ ποιηταῖς, ἀπό τε τῆς πατρίδος καὶ τοῦ συνοικιστοῦ. Ἁλικαρνασσεῖς γοῦν Ἀνθεάδαι καὶ Φαλαντιάδαι οἱ Ταραντῖνοι ἐλέγοντο ἀπὸ τῶν διασημοτάτων παρ´ αὐτοῖς, Ἀθηναῖοι δὲ Κοδρίδαι καὶ Κεκροπίδαι Θησεῖδαι Ἐρεχθεῖδαι. καὶ ταύτας γε τὰς κλήσεις τῶν ἀπὸ τῆς πατρίδος ἐντιμοτέρας ἐνόμιζον. δευτέρα πόλις Λακωνική. τρίτη Καρίας. τετάρτη Λιγυστίων. πέμπτη Ἰταλίας. ἕκτη Εὐβοίας, Δίαντος κτίσμα, ὡς Ἔφορος τρίτῃ “Ἄβαντος δὲ γίγνονται παῖδες Ἄλκων καὶ Δίας καὶ Ἀρέθουσα, ὧν ὁ μὲν Δίας κτίσας πόλιν οὕτως ἀπὸ τῆς πατρίδος ὠνόμασεν”. ὁ πολίτης Ἀθηναῖος καὶ Ἀθηναϊκός. ταύτας δ´ Ἀθήνας Διάδας λέγεσθαι. ἑβδόμη Ἀκαρνανίας, ὡς Δημήτριος, Ἀθηναίους ἐν τῇ Κουρήτιδι κτίσαντας πόλιν Ἀθήνας προσαγορεῦσαι. τὴν γὰρ νῦν Ἀκαρνανίαν Κουρῆτιν ὠνόμαζον. ὀγδόη Βοιωτίας, ἡ ἐκ τῆς λίμνης ἀναφανεῖσα μετὰ τὸ πρότερον ἐπικλυσθῆναι τῆς Κωπαίδος, ὅτε Κράτης αὐτὴν διετάφρευσεν. ἐκλήθη δὲ ἡ πόλις, ὥς τινες μέν φασιν, Ἀθῆναι, ἄλλοι δὲ Ὀρχομενός, ὡς οἱ Βοιωτοί. ἔστι δὲ καὶ ἐν τῷ Εὐξείνῳ πόντῳ χωρίον Ἀθῆναι, ὡς Ἀρριανός. ἔστι καὶ ἱερὸν αὐτόθι Ἑλληνικόν.