Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Ἀθύρας, ἐπίνειον καὶ ποταμὸς περὶ τὸ Βυζάντιον. ἔστι δὲ καὶ κόλπος Ἀθύρας. κλίνεται δὲ ἰσοσυλλάβως, ὡς Εὐφορίων “ὕδατα δινήεντος ἀμευσάμενος Ἀθύραο”. τὸ ἐθνικὸν διὰ τῆς « αι » διφθόγγου Ἀθυραῖος, ὡς Ῥήβας Ῥηβαῖος. ἔστι δὲ καὶ Σκυθίας ποταμὸς Ἀθύρας, ὡς Νυμφόδωρος.
…άπας, Σκόπας, Λάμπας, Πάμπας, Λίπας, Εὐρώπας, Κύπας, Ἀγρίππας, Ἀράσπας, Γοργόπας, ἅπας. Τὰ εἰς 'ρας', μὴ ὄντα ὑποκοριστικὰ ἢ συναληλιμμένα ἢ νόμισμα δηλοῦντα βαρύνεται, Θήρας, Ἀθύρας ἐπίνειον καὶ ποταμὸς περὶ Βυζάντιον· Εὐφορίων «ὕδατα δινήεντος ἀμευσάμενος Ἀθύραο». ἔστι δὲ καὶ Σικελίας ποταμὸς Ἀθύρας, ὡς Νυμφόδωρος. Τύρας πόλις καὶ ποταμὸς ἐν τῷ Εὐξείνῳ πόντῳ, ὡς ὁ πολυίστωρ. λέγεται δὲ καὶ Τύρις. Κιβύρας ἀδελφὸς Μαρσύου. Ἄρας αὐτόχθων τις, ἀφ´ οὗ Ἀραντία Πελοποννήσου πόλις. Τάρ…