Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Ἄθως, ὄρος Θρᾴκης, ἀπὸ Ἄθω γίγαντος, ὡς Νίκανδρος πέμπτῳ τῆς Εὐρωπείας καί τις Ἄθω τόσον ὕψος ἰδὼν Θρήικος ὑπ´ ἄστροις ἔκλυεν οὐ δηθέντος ἀμετρήτῳ ὑπὸ λίμνῃ, ὃς ἀναποῦν χείρεσσι δύο ῥίπτεσκε βέλεμνα ἠλιβάτου προθέλυμνα Καναστραίης πάρος ἄκρης. βάλλει δὲ ἡ σκιὰ τοῦ ὄρους ἐπὶ σταδίους τριακοσίους. εἴρηται δὲ καὶ Ἄθοος, ὡς τὸ Κῶς Κόος. λέγεται καὶ κατὰ συναίρεσιν Ἄθους. ἡ κλίσις διττή, καὶ Ἄθωος καὶ Ἄθω. τὸ τοπικὸν Ἄθωος χωρὶς τοῦ « ι », καὶ Ἀθώους τοὺς ἐνοικοῦ…
… τῇ Ἰλλυρίᾳ. Διονύσιος ἑκκαιδεκάτῳ. τριόδους, κυνόδους. Τὰ εἰς 'ως' ἀρσενικὰ περιττοσυλλάβως κλινόμενα καὶ διὰ καθαροῦ τοῦ 'ος' βαρύνονται, ἥρως, Μίνως, πάτρως, μήτρως. Ἄθως, οὗ ἡ κλίσις διττὴ καὶ Ἄθωος καὶ Ἄθω. ἔστι δὲ ὄρος Θρᾴκης ἀπὸ Ἄθω γίγαντος, ὡς Νίκανδρος πέμπτῳ τῆς Εὐρωπείας καί τις Ἄθω τόσον ὕψος ἰδὼν Θρήϊκος ὑπ´ ἄστροις ἔκλυεν οὐ δηθέντος ἀμετρήτῳ ὑπὸ λίμνῃ, ὃς ἀναποῦν χείρεσσι δύο ῥίπτεσκε βέλεμνα ἠλιβάτου προθέλυμνα Καναστραίης πάρος ἄκρης. εἴρηται δὲ καὶ Ἄθοος ὡς τὸ Κῶς Κόος. λέγεται καὶ κατὰ συναίρεσιν Ἄθους. ἔστι δὲ καὶ Ἄθως πόλις ἐπὶ τῷ Ἄθῳ. Τὰ εἰς 'ως' ἁπλᾶ διὰ τοῦ 'τος' κλινόμενα, εἰ μακρᾷ παραλήγοι, ἢ μετοχικὰ ὄντα ὀξύνεται, εὐρώς, ἱδρώς, Ἀραρώς. ἔ…
…άλλει δὲ ἡ σκιὰ τοῦ ὄρους ἐπὶ σταδίους τριακοσίους. εἴρηται δὲ καὶ Ἄθοος, ὡς τὸ Κῶς Κόος. λέγεται καὶ κατὰ συναίρεσιν Ἄθους. ἡ κλίσις διττή, καὶ Ἄθωος καὶ Ἄθω. τὸ τοπικὸν Ἄθωος χωρὶς τοῦ « ι », καὶ Ἀθώους τοὺς ἐνοικοῦντας, τὸ δὲ δηλοῦν τὸ ἀζήμιον προπερισπᾶται καὶ διὰ τοῦ « ι », ἐκ τῆς θῳῆς. παρὰ τὸ ἀμφότερον τὸ θηλυκὸν Ἀθωίς. ἔστι δὲ καὶ Ἄθως πόλις ἐπὶ τῷ Ἄθῳ. καὶ ὁ πολίτης Ἀθωίτης.
… τοῦ κολοιός. τὸ μέντοι λαγωός καὶ πατρωός ὁ ἐν τῇ συνηθείᾳ πατρυιός ὀξύνονται, ὅτι οὐκ ἔχουσι τὸ 'ι' προσγεγραμμένον. τὸ δὲ Ἄθωος τοπικὸν χωρὶς τοῦ 'ι' προπαροξύνεται καὶ τὸ Ἀκρόθωοι πόλις ἐπὶ τῆς ἄκρας τοῦ Ἄθω καὶ ἔθνος. τὸ δὲ δηλοῦν τὸ ἀζήμιον προπερισπᾶται ��αὶ διὰ τοῦ 'ι', ἐκ τῆς θῳῆς.