Αἶα

Stephanos of Byzantium - Ethnika

Αἶα OCR ✓ Trans ✓ Confirmed ✓
city
Entry #86
Greek source: meineke
Meineke: 36.16 | Billerbeck: Α86
OCR: gemini-constrained (gemini-3-flash-preview) on 2026-01-29
Word count: 76
Source: vol1_148.jpg
Edit
Αἶα, πόλις Κόλχων, κτίσμα Αἰήτου, θαλάσσης ἀπέχουσα στάδια τριακόσια, ἣν περιρρέουσι δύο ποταμοί, Ἵππος καὶ Κυάνεος, ποιοῦντες αὐτὴν χερρόνησον. ἔοικε δὲ τοὐναντίον ἐξ αὐτῆς ὁ Αἰήτης εἶναι, ὡς Ἀσία Ἀσιάτης, οὕτως Αἶα Αἰάτης καὶ Αἰήτης. ἔστι δὲ καὶ Θετταλίας ἄλλη, ἧς μέμνηται Σοφοκλῆς, τῆς μὲν προτέρας λέγων “εἰς Αἶαν πλέων” τῆς δὲ δευτέρας οὕτως “ἔστιν τις Αἶα Θεσσαλῶν παγκληρία”. ἔστιν Αἶα καὶ Μακεδονίας πηγή, ὡς Ἀντίμαχος ἐν Θηβαίδι. τὸ ἐθνικὸν Αἰαῖος ὡς Γαζαῖος, τὸ θηλυκὸν Αἰαία.
Translation pending

Herodian overlaps

Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.

Herodian 1.271
char LCS 116 (29.7%) · word LCS 23 (30.3%)
Stephanos
…εριρρέουσι δύο ποταμοί, Ἵππος καὶ Κυάνεος, ποιοῦντες αὐτὴν χερρόνησον. ἔοικε δὲ τοὐναντίον ἐξ αὐτῆς ὁ Αἰήτης εἶναι, ὡς Ἀσία Ἀσιάτης, οὕτως Αἶα Αἰάτης καὶ Αἰήτης. ἔστι δὲ καὶ Θετταλίας ἄλλη, ἧς μέμνηται Σοφοκλῆς, τῆς μὲν προτέρας λέγων “εἰς Αἶαν πλέων” τῆς δὲ δευτέρας οὕτως “ἔστιν τις Αἶα Θεσσαλῶν παγκληρία”. ἔστιν Αἶα καὶ Μακεδονίας πηγή, ὡς Ἀντίμαχος ἐν Θηβαίδι. τὸ ἐθνικὸν Αἰαῖος ὡς Γαζαῖος, τὸ θηλυκὸν Αἰαία.
Herodian
…'υια' δισύλλαβα προπερισπᾶται, μαῖα· ἔστι καὶ πόλις Ἑλλησποντία, γαῖα ἀπὸ τοῦ γῆ, αἶα, ὅπερ ἀπὸ τοῦ γαῖα γέγονε κατὰ ἀφαίρεσιν τοῦ 'γ', ἔστι δὲ καὶ Αἶα πόλις Κόλχων· ἔστι δὲ καὶ Θετταλίας ἄλλη, ἧς μέμνηται Σοφοκλῆς, τῆς προτέρας λέγων «εἰς Αἶαν πλέων», τῆς δὲ δευτέρας οὕτως «ἔστιν τις Αἶα Θεσσαλῶν παγκληρία». ἔστιν Αἶα καὶ Μακεδονίας πηγή, ὡς Ἀντίμαχος ἐν Θηβαΐδι. γραῖα. ἔστι καὶ πόλις Ἐρετρίας. τινὲς δὲ τῇ Τανάγρῃ τὴν αὐτήν φασιν ἀφαιρέσει τῆς ἀρχῆς, ὧν εἷς ἐστι καὶ Καλλίμαχος, Ἀριστοτέλης δὲ Γραῖαν τὴν νῦν Ὠρωπόν «ἡ δὲ Γραῖα τόπος τῆς Ὠρωπίας πρὸς τῇ θαλάσσῃ κατ´ Ἐρέτριαν τῆς …