Αἰγά

Stephanos of Byzantium - Ethnika

Αἰγά OCR ✓ Trans ✓ Confirmed ✓
promontory
Entry #92
Greek source: meineke
Meineke: 38.1 | Billerbeck: Α92
OCR: gemini-constrained (gemini-3-flash-preview) on 2026-01-29
Word count: 33
Source: vol1_150.jpg
Edit
Αἰγά, τῆς Αἰολίδος ἄκρα, ὡς Στράβων “.... ὃ νῦν Κάνην καὶ Κάνας λέγουσιν”. Ἀρτεμίδωρος δὲ Αἴξ εἶπε τὴν εὐθεῖαν, οὐκ ἀναλόγως. ἔστι καὶ πόλις Φοινίκων, ὡς Ἑκαταῖος. τὸ τοπικὸν Αἰγαῖος. καὶ τὸ πέλαγος οὕτως Αἰγαῖον πέλαγος λέγεται, καὶ ἀρσενικῶς Αἰγαῖος πόντος. ἔστι καὶ Αἰγαῖον πεδίον συνάπτον τῇ Κίρρᾳ, ὡς Ἡσίοδος. λέγεται παρὰ Αἰγᾶν ποταμὸν φερόμενον ἀπὸ τοῦ περὶ τὸ Πύθιον ὄρους, ἀφ´ οὗ καὶ τὸ πεδίον Αἰγαῖον.
Translation pending

Herodian overlaps

Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.

Herodian 1.51
char LCS 45 (13.9%) · word LCS 12 (18.2%)
Stephanos
…αὶ πόλις Φοινίκων, ὡς Ἑκαταῖος. τὸ τοπικὸν Αἰγαῖος. καὶ τὸ πέλαγος οὕτως Αἰγαῖον πέλαγος λέγεται, καὶ ἀρσενικῶς Αἰγαῖος πόντος. ἔστι καὶ Αἰγαῖον πεδίον συνάπτον τῇ Κίρρᾳ, ὡς Ἡσίοδος. λέγεται παρὰ Αἰγᾶν ποταμὸν φερόμενον ἀπὸ τοῦ περὶ τὸ Πύθιον ὄρους, ἀφ´ οὗ καὶ τὸ πεδίον Αἰγαῖον.
Herodian
…ἀλλάεντος καὶ κατὰ κρᾶσιν ἀλλᾶντος, καὶ ἡ ἐντελὴς εὐθεῖα τοῦ ἀλλᾶντος περισπωμένην ἀπαιτεῖ τὴν ἀπὸ κράσεως ὁμοίως τῷ ἱλάεις ἱλᾶς. Ἔτι δὲ περισπῶνται ταῦτα μόνως κύρια ἢ ὑποκοριστικά, Ἑρμᾶς Ἀργᾶς, Αἰγᾶς ποταμὸς φερόμενος ἀπὸ τοῦ περὶ τὸ Πύθιον ὄρους, ἀφ´ οὗ καὶ τὸ πεδίον Αἰγαῖον, Καρρᾶς ποταμὸς Συρίας, Βορρᾶς, Γονατᾶς ὁ Γούνιος ἐθνικόν, Κομητᾶς, Φιλητᾶς, Μηνᾶς, Ζηνᾶς, Μητρᾶς, ὀστρακᾶς, πινακᾶς, λαχανᾶς, ἢ ἐπὶ σκώμματος τασσόμενα φαγᾶς καταφαγᾶς δακνᾶς ἢ τὰ ἀπὸ συμβεβηκότος οἷον τρεσᾶς. ὡσαύτως …
Herodian 1.342
char LCS 16 (4.9%) · word LCS 5 (7.6%)
Stephanos
…. τὸ τοπικὸν Αἰγαῖος. καὶ τὸ πέλαγος οὕτως Αἰγαῖον πέλαγος λέγεται, καὶ ἀρσενικῶς Αἰγαῖος πόντος. ἔστι καὶ Αἰγαῖον πεδίον συνάπτον τῇ Κίρρᾳ, ὡς Ἡσίοδος. λέγεται παρὰ Αἰγᾶν ποταμὸν φερόμενον ἀπὸ τοῦ περὶ τὸ Πύθιον ὄρους, ἀφ´ οὗ καὶ τὸ πεδίον Αἰγαῖον.
Herodian
…κῶν »Ἀσαὶ καὶ Μαυσὸς κῶμαι μεγάλαι καὶ πολυάνθρωποι«. ἔστι καὶ Θρᾴκης Ἀσαί. καὶ Τραγασαί χωρίον ἐν ἠπείρῳ ἀπὸ Τραγάσου, οὗ εἰς χάριν ὁ Ποσειδῶν ἁλὸς πῆξιν ἐποίησεν, ὅθεν Τραγασαῖοι ἅλες, ὡς Ἑλλάνικος ἐν πρώτῳ Λεσβιακῶν. ἀφ´ οὗ καὶ τὸ πεδίον Ἁλήσιον καλεῖται. καὶ Ἀκεσαί πόλις Μακεδονίας καὶ Παγασαί. Τὰ εἰς 'τη' παραληγόμενα τῷ 'α' ἢ τῷ 'η' βαρύνεται, εἰ μὴ ἐπὶ δήμου τάττοιτο, πλάτη καὶ ὠμοπλάτη, μάτη, ἔνθεν καὶ γενικὴ παρὰ Σοφοκλεῖ »οὔτι τοι μέτρον μάτας«, ἄτ…