Stephanos of Byzantium - Ethnika
Aigeira: a city of Achaia, which Homer calls Hyperesie. Some say from Aigialeus the land Aigialos, both Aigion and further Aigeira. The ethnonym Aigeirates, the possessive Aigeiratikos, as 'Pteleates' 'Pteleatikos'. Pausanias in the seventh says Hyperesia was renamed Aigeira for the following reason. An army of Sikyonians was about to come against them; they gathered goats and tied torches their horns and lit them during the night; so, thinking the blaze to be that of an auxiliary force, they fled, and the Hyperesians named the city Aigeira. The ethnonym likewise Aigeirates and feminine Aigeiratis. Philon says there is a city of Cilicia Aigeira.
External translation supplied by Brady Kiesling; reported Claude Fable 5.5 translation. Credit: Brady Kiesling and the Stephanos project (Greg Baker, Gabriel Jower, Greta Hawes, Brady Kiesling). Not individually verified; exact Greek input not supplied.
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
…γιαλέως τὴν χώραν Αἰγιαλόν φασι τό τε Αἴγιον καὶ ἔτι Αἴγειραν. τὸ ἐθνικὸν Αἰγειράτης, τὸ κτητικὸν Αἰγειρατικός, ὡς Πτελεάτης Πτελεατικός. Παυσανίας δὲ ἑβδόμῳ λέγει τὴν Ὑπερησίαν Αἴγειραν μετωνομάσθαι διὰ τοιάνδε αἰτίαν. Σικυωνίων στρατὸς ἀφίξεσθαι ἔμελλεν αὐτοῖς· οἱ δὲ ἀθροίζουσιν αἶγας καὶ [πρὸς] τοῖς κέρασιν ἔδησαν δᾷδας καὶ ἐξάπτουσι διὰ τῆς νυκτός· νομίσαντες οὖν τὴν φλόγα τοῦ ἐπικουρικοῦ πυρὸς ἔφυγον, Ὑπερησιεῖς δὲ Αἴγειραν τὴν πόλιν ὠνόμασαν. τὸ ἐθνικὸν ὁμοίως Αἰγειράτης καὶ θηλυκὸν Αἰγειρᾶτις. Φίλων δέ φησι Κιλικίας πόλιν εἶναι Αἴγειραν.
…α πόλις Λιβύης ἀπὸ Ταυχείρας τῆς Ἀντάνδρου θυγατρός. θηλυκῶς καὶ οὐδετέρως ὡς Στάγειρα. Αἴγειρα πόλις Ἀχαΐας, ἣν Ὅμηρος Ὑπερησίην φησίν. τὸ δὲ ὄνομα τὸ νῦν, ὥς φησιν Παυσανίας ἑβδόμῳ (c. 2, 6), ἐγένετο ἐπ´ αἰτίᾳ τοιᾷδε. Σικυωνίων στρατὸς ἀφίξεσθαι ἔμελλεν αὐτοῖς· οἱ δὲ ἀθροίζουσιν αἶγας καὶ πρὸς τοῖς κέρασιν ἔδησαν δᾷδας καὶ ἐξάπτουσι διὰ τῆς νυκτός· νομίσαντες οὖν τὴν φλόγα τοῦ ἐπικουρικοῦ πυρὸς ἔφυγον, Ὑπερησιεῖς δὲ Αἴγειραν τὴν πόλιν ὠνόμασαν. ἔνιοι δὲ ἀπὸ Αἰγιαλέως τὴν χώραν Αἰγιαλόν φασι τό τε Αἴγιον καὶ ἔτι Αἴγειραν. Ἀγρόειρα ἢ Ἀλλόειρα ἡ ὕστερον Ἀττάλεια καλουμένη πόλις Λυδίας. Τὰ εἰς 'ρα' ὑπὲρ δύο συλλαβὰς βραχὺ ἔχοντα τὸ 'α' καὶ πρὸ τέλους ἔχοντα 'ου' …