Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Αἰγιαλός, μεταξὺ Σικυῶνος καὶ τοῦ Βουπρασίου καλούμενος τόπος ἀπὸ Αἰγιαλέως τοῦ Ἰνάχου, ὡς Ἴστρος ἐν ἀποικίαις τῆς Αἰγύπτου. ἔστιν ἕτερος Αἰγιαλὸς προσεχὴς τῷ Πόντῳ μετὰ τὴν Κάραμβιν ἄκραν, ὡς Ἀπολλώνιος. ἔχει δὲ καὶ κώμην ὁμώνυμον. Ὅμηρος “Κρῶμνάν τ´ Αἰγιαλόν τε”. γράφεται δὲ “Κρῶμναν Κωβιαλόν τε”. ἔστι καὶ Θρᾴκης Αἰγιαλὸς παρὰ τῷ Στρυμόνι, ὡς Ἑκαταῖος. ἔστι καὶ ἄλλος Αἰγιαλὸς μέγας καλούμενος ἐν Αἰθιοπίᾳ κατ´ Αἴγυπτον. τὸ ἐθνικὸν Αἰγιαλεύς ἀπὸ τῆς Αἰγιαλοῦ γενικῆς, ὡς Ἀλεξάνδρ…
Αἰγιαλός μεταξὺ Σικυῶνος καὶ τοῦ Βουπρασίου καλούμενος τόπος ἀπὸ Αἰγιαλέως τοῦ Ἰνάχου, ὡς Ἴστρος ἐν ἀποικίαις τῆς Αἰγύπτου. ἔστιν ἕτερος Αἰγιαλός προσεχὴς τῷ Πόντῳ μετὰ τὴν Κάραμβιν ἄκραν, ὡς Ἀπολλώνιος. ἔχει δὲ καὶ κώμην ὁμώνυμον. Ὅμηρος «Κρῶμνάν τ´ Αἰγιαλόν τε» (Β 855). γράφεται δὲ «Κρῶμναν Κωβίαλόν τε». ἔστι καὶ Θρᾴκης Αἰγιαλὸς παρὰ τῷ Στρυμόνι, ὡς Ἑκαταῖος. ἔστι καὶ ἄλλος Αἰγιαλὸς μέγας καλούμενος ἐν Αἰθιοπίᾳ κατ´ Αἴγυπτον. Τὰ εἰς 'αλος' τριγενῆ ἔχοντα τὴν τρίτην βραχεῖαν ὀ…
… δὲ “Κρῶμναν Κωβιαλόν τε”. ἔστι καὶ Θρᾴκης Αἰγιαλὸς παρὰ τῷ Στρυμόνι, ὡς Ἑκαταῖος. ἔστι καὶ ἄλλος Αἰγιαλὸς μέγας καλούμενος ἐν Αἰθιοπίᾳ κατ´ Αἴγυπτον. τὸ ἐθνικὸν Αἰγιαλεύς ἀπὸ τῆς Αἰγιαλοῦ γενικῆς, ὡς Ἀλεξάνδρου Ἀλεξανδρεύς. εὑρίσκεται δὲ καὶ αἰγιαλεύς ἐπὶ ἰχθύος. τὸ θηλυκὸν Αἰγιάλεια, καὶ Αἰγιαλίς παρὰ Ἀλκμᾶνι, καὶ Αἰγιαλίτης ἀρσενικῶς.
…ν ἀγυιεύς εἰς ὀξὺ ἀπολήγων, ὁ πρὸ τῶν θυρῶν ἱστάμενος. Ἀριστοφάνης Θεσμοφοριαζούσαις (v. 489) καὶ ὁ Ἀπόλλων ἀγυιεύς τουτέστιν ὁ ἐφόδιος. Μοψοπιεύς, Ἐρετριεύς, Φωκαιεύς, Θεσπιεύς, Ἀλεξανδρεύς, Ἀντιοχεύς, Σελευκεύς, Αἰγιαλεύς. εὑρίσκεται δὲ καὶ αἰγιαλεύς ἐπὶ ἰχθύος. Αἰγικορεῖς, Ἀργαδεῖς φυλαὶ παλαιαί. Αἰθυσσεῖς ἔθνος Λιβυκὸν Μαρμαρίδαις πάροικον, ὡς Ῥιανός. Αἰολεύς. οὕτως λέγονται οἱ τὴν Λέσβον οἰκοῦντες ἀπὸ τῶν Αἰόλου παίδων ὡς Δωριεῖς ἀπὸ τῶν Δώρου. Ἁλιεῖς πόλις Ἀργολικῆς παραθα…