Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Αἰγιλιά, δῆμος τῆς Ἀντιοχίδος φυλῆς. ὁ δημότης Αἰγιλιεύς. τὰ τοπικὰ Αἰγιλιᾶθεν Αἰγιλιάνδε Αἰγιλιοῖ. ἔστι καὶ νῆσος μεταξὺ Κρήτης καὶ Πελοποννήσου Αἴγιλα. ὁ οἰκήτωρ Αἰγίλιος ὡς Κυθήριος.
τῆς Ἱπποθοωντίδος φυλῆς, Ἑρχιά δῆμος τῆς Αἰγηΐδος φυλῆς ἀπὸ Ἑρχίου τοῦ ξενίσαντος Δήμητραν, Κρωπιά δῆμος τῆς Λεοντίδος φυλῆς, Ἀνδροτίων δὲ Κρῶπάς φησι τὸν δῆμον, Λακιά δῆμος τῆς Οἰνηΐδος φυλῆς, Αἰγιλιά δῆμος τῆς Ἀντιοχίδος φυλῆς, ὀνόματα δήμων ὀξύνεται, μεθ´ ὧν καὶ Κωπιαί, ὡς ὕστερον Θούριοι πόλις Ἰταλίας ἐκαλεῖτο. ὡσαύτως δὲ ὀξύνονται καὶ τὸ πυρκαϊά καὶ ἐσχατιά περιεκτικὴν τοπικὴν ἔννοιαν δηλοῦντα. Τὰ διὰ τοῦ 'εια' γινόμενα ἀπὸ τῶν διὰ τοῦ 'ευω' …