Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Αἴγυπτος, καὶ ἡ χώρα καὶ ὁ ποταμός. ἐκλήθη ἀπὸ τοῦ Αἰγύπτου, ὡς Χάραξ “Βήλου παῖς ὢν καὶ Ἀερίας τῆς καὶ Ποταμίτιδος βασιλεύσας ἔτη τετταράκοντα τρία”. τὸ ἐθνικὸν Αἰγύπτιος, ὡς ἔχει τὸ ἰαμβεῖον “δεινοὶ πλέκειν τοι μηχανὰς Αἰγύπτιοι”. καὶ αἰγυπτιάζειν τὸ πανοῦργα καὶ δόλια καὶ ὕπουλα πράττειν. τὸ θηλυκὸν Αἰγυπτία, καὶ τὸ Αἰγύπτιον. ἐκλήθη καὶ Μύσρα ἡ χ…
Τὰ εἰς 'τος' ἁπλᾶ ὑπὲρ δύο συλλαβὰς ἔχοντα πρὸ τοῦ 'τ' ψιλὸν κατ´ ἐπιπλοκὴν ἐπιθετικὰ ὄντα καὶ ῥηματικὰ ὀξύνεται, ἑλικτός, ἀμελκτός, χαρακτός, ὀρεκτός. τὸ μέντοι Αἴγυπτος—ἡ χώρα καὶ ὁ ποταμός. ἐκλήθη ἀπὸ τοῦ Αἰγύπτου, ὡς Χάραξ «Βήλου παῖς ὢν καὶ Ἀερίας τῆς καὶ Ποταμίτιδος βασιλεύσας ἔτη τριάκοντα τρία». —καὶ Πάνακτος καὶ Ναύπακτος πόλις Αἰτωλίας ἀπὸ ναυπηγίας τῶν Ἡρακλειδῶν, ὡς Ἔφορος καὶ Στράβων. καὶ Πρόνεκτος πόλις Βιθυνίας καὶ Δατύλεπτος ἔθνος Θρᾴκης. Ἑκαταῖος Εὐρώπῃ—μὴ ὄντα ῥηματικὰ προπαροξύνεται. σ…