Αἶγυς

Stephanos of Byzantium - Ethnika

Αἶγυς OCR ✓ Trans ✓ Confirmed ✓
city
Entry #113
Greek source: meineke
Meineke: 45.1 | Billerbeck: Α113
OCR: gemini-constrained (gemini-3-flash-preview) on 2026-01-29
Word count: 52
Source: vol1_162.jpg
Edit
Αἶγυς, πόλις Λακωνικῆς, ὡς Εὐφορίων. οἱ πολῖται Αἰγῦται, ὡς Παυσανίας. Λυκόφρων δὲ τὸ ἐθνικὸν Αἴγυος, τὸ θηλυκὸν λέγων οὕτως “καὶ πάντα τλήσεσθ´ οὕνεκ´ Αἰγύας κυνός, τῆς θηλύπαιδος καὶ τριάνορος κόρης”. ὁ λόγος περὶ Ἑλένης Λακωνικῆς οὔσης καὶ ἄρρεν μὴ τεκούσης [καὶ] τῷ Μενελάῳ καὶ Ἀλεξάνδρῳ καὶ Δηιφόβῳ γαμηθείσης. Θεόπομπος δὲ Αἰγυέας αὐτούς φησιν.
Translation pending

Herodian overlaps

Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.

Herodian 1.127
char LCS 52 (18.4%) · word LCS 8 (15.1%)
Stephanos
Αἶγυς, πόλις Λακωνικῆς, ὡς Εὐφορίων. οἱ πολῖται Αἰγῦται, ὡς Παυσανίας. Λυκόφρων δὲ τὸ ἐθνικὸν Αἴγυος, τὸ θηλυκὸν λέγων οὕτως “καὶ πάντα τλήσεσθ´ οὕνεκ´ Αἰγύας κυνός, τῆς θηλύπαιδος καὶ τριάνορος κόρης”. ὁ λόγος περὶ Ἑλένης Λακωνικῆς οὔσης καὶ ἄρρεν μὴ τεκούσης [καὶ] τῷ Μενελάῳ καὶ Ἀλεξάνδρῳ καὶ Δηιφόβῳ γαμηθείσης. Θεόπομπος δὲ Αἰγυέας αὐτούς φησιν.
Herodian
… ὀξύνεται. καὶ τὸ ὀλοός ὀξύνεται ἀπὸ τοῦ ὀλῶ. Τὰ εἰς 'ος' ὑπερδισύλλαβα παραληγόμενα 'υ' συνεσταλμένῳ προπαροξύνεται, σίκυος, Πέρυος ὄνομα ποταμοῦ, Φόγγυος. Αἴγυος ἐθνικόν, οὗ τὸ θηλυκὸν Λυκόφρων λέγει οὕτως «καὶ πάντα πλήσεσθ´ οὕνεκ´ Αἰγύας κυνός, τῆς θηλύπαιδος καὶ τριάνορος κόρης» (v. 850). Θεόπομπος δὲ Αἰγυέας αὐτούς φησι, Παυσανίας δὲ Αἰγύτας. Πατράσυος, Κάνδυος, Ἀλάσυος, Ἐρύγυος, Νώγυος ὄνομα ποταμοῦ. Μίνυος, ἀφ´ οὗ Μινύα πόλις Θεσσαλική. Σίλλυος πόλις Ἰωνίας πρὸς τῇ Σμύρνῃ. τὸ δὲ Τιτυός καὶ …