Stephanos of Byzantium - Ethnika
Aidepsos: a city of Euboia. Strabo in the ninth: "it lies opposite Aidepsos of Euboia, where are the hot baths of Herakles". There were also iron and copper mines in Euboia. Kallimachos: "and he learned to dig out the works of iron". For the Euboians excellent iron-workers bronze-smiths. Epaphroditos testifies that bronze was first discovered there: "and the Kouretes who came with Zeus, whom he left as guardians of the island and of the sanctuary of Rhea, first put on bronze there; from which the Chalkidians were named". The citizen Aidepsios. Kallimachos in the Hekale: "sufficient, or taking in hand an Aidepsian sword".
External translation supplied by Brady Kiesling; reported Claude Fable 5.5 translation. Credit: Brady Kiesling and the Stephanos project (Greg Baker, Gabriel Jower, Greta Hawes, Brady Kiesling). Not individually verified; exact Greek input not supplied.
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
…τῳ “κεῖται δὲ κατὰ Αἴδηψον τῆς Εὐβοίας, ὅπου τὰ θερμὰ λουτρὰ Ἡρακλέους”. ἦν δὲ καὶ σιδηρᾶ καὶ χαλκᾶ μέταλλα κατὰ Εὔβοιαν. Καλλίμαχος “δέδαεν δὲ λαχαινέμεν ἔργα σιδήρου”. οἱ γὰρ Εὐβοεῖς σιδηρουργοὶ [καὶ] χαλκεῖς ἄριστοι. Ἐπαφρόδιτος δὲ μαρτυρεῖ ἐκεῖ χαλκὸν πρῶτον εὑρεθῆναι “καὶ πρῶτοι χαλκὸν ἐκεῖ ἐνεδύσαντο οἱ Κούρητες οἱ μετὰ Διὸς ἐλθόντες, οὓς φύλακας τῆς νήσου καὶ τοῦ ἱεροῦ τῆς Ῥέας κατέλιπεν· ἀφ´ οὗ οἱ Χαλκιδεῖς ὠνομάσθησαν”. ὁ πολίτης Αἰδήψιος. Καλλίμαχος Ἑκάλῃ “ἄρκιος ἢ χείρεσσιν ἑλὼν Αἰδήψιον ἆορ”.
…ν Παρνασόν. Ἑκαταῖος Εὐρώπῃ. ἀπὸ Φώκου τινός. κερκίς, χαλκίς. ἔστι καὶ πόλις Εὐβοίας. Ἑκαταῖος Εὐρώπῃ «Χαλκὶς πόλις ἐστίν, ἣ πρότερον Εὔβοια προσηγορεύετο». ἐκλήθη δὲ ἀπὸ Κόμβης τῆς Χαλκίδος καλουμένης, θυγατρὸς Ἀσωποῦ. Ἐπαφρόδιτος δὲ μαρτυρεῖ ἐκεῖ χαλκὸν πρῶτον εὑρεθῆναι «καὶ πρῶτοι χαλκὸν ἐκεῖ ἐνεδύσαντο οἱ Κούρητες οἱ μετὰ Διὸς ἐλθόντες, οὓς φύλακας τῆς νήσου καὶ τοῦ ἱεροῦ τῆς Ῥέας κατέλιπεν· ἀφ´ οὗ οἱ Χαλκιδεῖς ὠνομάσθησαν». μέμνηται δ´ αὐτῆς καὶ ὁ ποιητής «Χαλκίδα τ´ Εἰρέτριάν τε πολυστάφυλόν θ´ Ἱστίαιαν» (Il. Β 537). καὶ τὸ θηλυκὸν τοῦ ἐθνικοῦ ὁμώνυμον τῇ πόλει ὡς Φωκίς, Λοκρίς, ἡ χώρα καὶ ἡ γυνή. Ἑλλάνικος ἱερειῶν Ἥρας δευτέρῳ «Ἡρακλέη…
Αἴδηψος, πόλις Εὐβοίας. Στράβων ἐνάτῳ “κεῖται δὲ κατὰ Αἴδηψον τῆς Εὐβοίας, ὅπου τὰ θερμὰ λουτρὰ Ἡρακλέους”. ἦν δὲ καὶ σιδηρᾶ καὶ χαλκᾶ μέταλλα κατὰ Εὔβοιαν. Καλλίμαχος “δέδαεν δὲ λαχαινέμεν ἔργα σιδήρου”. οἱ γὰρ Εὐβοεῖς σιδηρουργοὶ [καὶ] χαλκεῖς ἄριστοι. Ἐπαφρόδιτος δὲ μαρ…
…´ οὐδενὸς ὡς τὸ τραγέλαφος, χορδαψός, Κυδαψός, Γαληψός πόλις Θρᾴκης καὶ Παιόνων. Ἑκαταῖος Εὐρώπῃ. Θουκυδίδης τετάρτῃ (c. 107) «καὶ Γαληψὸς οὐ πολλῷ ὕστερον καὶ Οἰσύμη». ὠνόμασται δὲ ἀπὸ Γαληψοῦ τοῦ ἐκ Θάσου καὶ Τηλέφης. Αἰδηψός πόλις Εὐβοίας. Στράβων ἐνάτῳ «κεῖται δὲ κατ´ Αἰδηψὸν τῆς Εὐβοίας, ὅπου τὰ θερμὰ λουτρὰ Ἡρακλέους». Λαδεψός καὶ Τρανιψός ἔθνη Θυνῶν. Θεόπομπος ὀγδόῳ Ἑλληνικῶν. Τακομψός κώμη ἐν τοῖς ὁρίοις Αἰγυπτίων καὶ Αἰθιόπων πρὸς τῇ Φίλῃ νήσῳ, ὡς Ἀρισταγόρας ἐν Αἰγυπτιακῶν πρώτῳ.…