Αἰθικία

Stephanos of Byzantium - Ethnika

Αἰθικία OCR ✓ Trans ✓ Confirmed ✓
region
Entry #123
Greek source: meineke
Meineke: 47.3 | Billerbeck: Α123
OCR: gemini-constrained (gemini-3-flash-preview) on 2026-01-29
Word count: 42
Source: vol1_164.jpg
Edit
Αἰθικία, ὡς Κιλικία. Θεόπομπος τριακοστῇ ἐνάτῃ Φιλιππικῶν. τὸ ἐθνικὸν Αἴθικες, ὡς Κίλικες. ἐν Θετταλίᾳ δ´ ᾤκουν ἐν τῷ Πίνδῳ ὄρει. Μαρσύας δὲ μέσον τῆς Τυμφαίας καὶ Ἀθαμανίας κεῖσθαί φησι τὴν χώραν. τὸ δὲ ἔθνος [ἐπιεικῶς] παράβολόν τε καὶ βάρβαρον καὶ λῃστείαις ἐπιεικῶς προσκείμενον.
Translation pending

Herodian overlaps

Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.

Herodian 1.43
char LCS 86 (37.4%) · word LCS 19 (44.2%)
Stephanos
Αἰθικία, ὡς Κιλικία. Θεόπομπος τριακοστῇ ἐνάτῃ Φιλιππικῶν. τὸ ἐθνικὸν Αἴθικες, ὡς Κίλικες. ἐν Θετταλίᾳ δ´ ᾤκουν ἐν τῷ Πίνδῳ ὄρει. Μαρσύας δὲ μέσον τῆς Τυμφαίας καὶ Ἀθαμανίας κεῖσθαί φησι τὴν χώραν. τὸ δὲ ἔθνος [ἐπιεικῶς] παράβολόν τε καὶ βάρβαρον καὶ λῃστείαις ἐπιεικῶς προσκείμενον.
Herodian
… ἐστι Φοῖνιξ. βέμβιξ, Τέμμιξ ἔθνος πρῶτον οἰκῆσαν ἐν Βοιωτίᾳ. Λυκόφρων «Ἄρνης παλαιᾶς γέννα, Τεμμίκων πρόμοι» (v. 644), πέμφιξ, τέττιξ, σκάνδιξ λάχανόν τι ποιόν, πέρδιξ, χοῖνιξ, Κίλιξ τὸ κύριον καὶ τὸ ἐθνικόν, Αἶθιξ ἔθνος. ἐν Θετταλίᾳ δ´ ᾤκουν ἐν τῷ Πίνδῳ ὄρει· Μαρσύας δὲ μέσον τῆς Τυμφαίας καὶ Ἀθαμανίας κεῖσθαί φησι τὴν χώραν. Ἕρνιξ ἔθνος Λατίνων. Διονύσιος ὀγδόῳ τῆς Ῥωμαϊκῆς ἀρχαιολογίας.
Herodian 1.301
char LCS 37 (16.1%) · word LCS 4 (9.3%)
Stephanos
Αἰθικία, ὡς Κιλικία. Θεόπομπος τριακοστῇ ἐνάτῃ Φιλιππικῶν. τὸ ἐθνικὸν Αἴθικες, ὡς Κίλικες. ἐν Θετταλίᾳ δ´ ᾤκουν ἐν τῷ Πίνδῳ ὄρει. Μαρσύας δὲ μέσον τῆς Τυμφαίας καὶ Ἀθαμανίας κεῖσθαί φησι τὴν χώραν. τὸ δὲ ἔθνος [ἐπιεικῶς] παράβολόν τε καὶ βάρβαρον καὶ λῃστείαις ἐπιεικῶς προσκεί…
Herodian
…βασίλευε, καὶ τῆς ἄλλης μέρος οἱ Γαλάται κατέσχον ἡ δὲ μικρὰ ἡ ἐφ´ Ἑλλησπόντῳ καὶ ἡ περὶ τὸν Ὄλυμπον, ἡ καὶ ἐπίκτητος λεγομένη». ἔστι καὶ Φρυγία τόπος τῆς Οἴτης ἀπὸ τοῦ ἐκεῖ πεφρύχθαι τὸν Ἡρακλέα«. Βεβρυκία, Ὀρτυγία, Αἰθικία. Θεόπομπος τριακοστῇ ἐνάτῃ Φιλιππικῶν. Κιλικία, Ἀμβρακία ἀπὸ Ἄμβρακος τοῦ παιδὸς Θεσπρωτοῦ τοῦ Λυκάονος ἢ ἀπὸ Ἀμβρακίας τῆς Αὐγέου θυγατρός, περὶ ἧς Φιλέας. εὕρηται καὶ διὰ τοῦ 'π' ἀντὶ τοῦ 'β'. Τεμμικία παρὰ τῷ Λυκόφρονι (v. 786) »ὃν Βομβύλεια κλιτὺς ἡ Τεμ…