Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Αἰθόπιον, χωρίον Λυδίας παρὰ Ὕλλῳ, [ἢ] πλησίον τοῦ Εὐρίπου, ἀφ´ οὗ ἡ Ἄρτεμις Αἰθοπία. οἱ δὲ ὅτι παρὰ τοῖς Αἰθίοψι διάγουσαν Ἀπόλλων ἤγαγεν αὐτήν, οἱ δὲ τὴν αὐτὴν τῇ σελήνῃ παρὰ τὸ αἴθειν ὡς Καλλίμαχος, οἱ δὲ ὅτι ἡ αὐτή ἐστι τῇ Ἑκάτῃ, ἥτις ἀεὶ δᾷδας κατέχει, ὡς Ἐρατοσθένης.
…άπου τοῦ μετοικήσαντος εἰς Ἰταλίαν. Μελανίππιον πόλις Παμφυλίας. Ἑκαταῖος Ἀσίᾳ, τινὲς δὲ Λυκίας φασί. Ἐλλόπιον πόλις Αἰτωλίας. Πολύβιος ιαʹ. Τριόπιον πόλις Καρίας ἀπὸ Τριόπου τοῦ πατρὸς Ἐρυσίχθονος. λέγεται καὶ Τριοπία. Αἰθόπιον χωρίον Λυδίας παρὰ Ὕλλῳ ἢ πλησίον τοῦ Εὐρίπου, ἀφ´ οὗ ἡ Ἄρτεμις Αἰθοπία. οἱ δὲ ὅτι παρὰ τοῖς Αἰθίοψι διάγουσαν Ἀπόλλων ἤγαγεν αὐτήν, οἱ δὲ τὴν αὐτὴν τῇ σελήνῃ παρὰ τὸ αἴθειν ὡς Καλλίμαχος, οἱ δὲ ὅτι ἡ αὐτή ἐστι τῇ Ἑκάτῃ, ἥτις ἀεὶ δᾷδας ἔχει, ὡς Ἐρατοσθένης. Κωνώπιον πόλις τῆς Μαιώτιδος λίμνης. * Τὰ διὰ τοῦ 'ριον' ὑπὲρ τρεῖς συλλαβὰς προπαροξύνεται, ὀψάριον, οἰνάριον, ἱππάριον, φυτάριον καὶ σουδάριον, κελλάριον ἀπὸ τῆς τῶν Ῥωμαίων διαλέκτου ἐκτεταμένου…