Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Ἀίλανον, πόλις Ἀραβίας, ἧς ὁ πολίτης Ἀιλανίτης. τινὲς δὲ κόλπον Ἀίλαν φασί. Γλαῦκος δὲ κώμην αὐτὴν λέγει ἐν Ἀραβικῶν τρίτῳ “τὰ πρὸς ἕω τῆς Ἀίλας [κώμης]”. ὁ πολίτης Ἀιλανίτης.
…ς Ἰνδικῆς, ἣν ἔκτισεν Ἀλέξανδρος »ἐπ´ ἀμφοτέραις ταῖς ὄχθαις τοῦ Ὑδάσπου ποταμοῦ πόλεις ᾤκισε, Νίκαιαν—Βουκεφάλαν δὲ ἔνθα διαβάντος καὶ μαχομένου ἀπέθανεν αὐτοῦ ὁ ἵππος Βουκεφάλας λεγόμενος«. καὶ Ἀΐλα κόλπος κατά τινας. Γλαῦκος δὲ κώμην αὐτὴν λέγει ἐν Ἀραβικῶν τρίτῳ »τὰ πρὸς ἕω τῆς Ἀΐλας κώμης«. ὡσαύτως καὶ Φιλομήλα Δώριον τροπῇ τοῦ 'η' εἰς 'α' πεποιημένον. Τὰ εἰς 'μα' θηλυκὰ σπάνια ὄντα βαρύνεται, τόλμα, θέρμα, Ἀττικῶς δὲ τόλμη καὶ θέρμη. ἔστι δὲ καὶ πόλις Θέρμα, ἣ ὕστερον Θεσσαλονίκη ἐκαλεῖτο. Μέσμα πόλις Ἰ…