Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
…λεύς. παρὰ μίαν γὰρ συλλαβὴν εὑρίσκεται τὰ τοιαῦτα, τῆς Ἀντιοχείας τὸ Ἀντιοχεύς. ἀλλ´ οὐδ´ ἀπὸ τούτων γίνεται τὰ εἰς « ευς » ἀρσενικά, ἀλλὰ ἀπὸ τῶν εἰς « ος ». ἀπὸ γὰρ τοῦ Ἀντίοχος Ἀντιοχεύς καὶ τοῦ Σέλευκος Σελευκεύς, ὡς Ἅβρων ἐν τῷ περὶ παρωνύμων. εἰ γὰρ παρὰ τὴν Ἀλεξάνδρειαν ἦν, Ἀλεξανδρειεύς ἂν ἦν. ἀμφοῖν δ´ ὁ Ἀλέξανδρος ἀρχή.
…εττῖνος, ἔθνος Μολοσσικόν. Ῥιανὸς δʹ Θεσσαλικῶν «αὐτὰρ Δωνεττῖνοι ἰδ´ ὀτρηροὶ Κεραῗνες» καὶ ἐν τῇ ζʹ «ἑπτὰ δὲ Δωνεττῖνοι, ἀτὰρ δυοκαίδεκα Κᾶρες». Λιβυστῖνος ἔθνος παρακείμενον Κόλχοις, ὡς Διόφαντος ἐν πολιτικοῖς. Ἀγαθῖνος. Ἅβρων ἐν τῷ περὶ παρωνύμων τοῖς ἐθνικοῖς καὶ τοῦτο συνέμιξεν. εἰ δὲ καὶ κύριον εἴη τὸ Ἀγαθῖνος, οὐκ ἀπεικὸς σημαίνειν ἀμφότερα. Σχοινεύς γὰρ καὶ κύριον καὶ ποταμοῦ καὶ ἐθνικὸν καὶ Λίξος, ὁμοίως Θεσσαλός καὶ Σικανός καὶ Σικελός καὶ μυρία. Ἀμοργῖνο…