Αἱμονία

Stephanos of Byzantium - Ethnika

Αἱμονία OCR ✓ Trans ✓ Confirmed ✓
region
Entry #130
Greek source: meineke
Meineke: 49.6 | Billerbeck: Α130
OCR: gemini-constrained (gemini-3-flash-preview) on 2026-01-30
Word count: 185
Source: vol1_170.jpg
Edit
Αἱμονία, ἡ Θετταλία, ἀπὸ Αἵμονος. Αἵμων δὲ υἱὸς μὲν Χλώρου τοῦ Πελασγοῦ, πατὴρ δὲ Θεσσαλοῦ, ὡς Ῥιανὸς καὶ ἄλλοι. Αἵμων οὖν καὶ τὸ ἐθνικόν, ὡς Αὔσων καὶ Ἀρκάς καὶ Μαίων καὶ Ἴων. καὶ ὅσα τοιαῦτα ἐπὶ χωρῶν διὰ τοῦ « ι » προφερόμενα ἔχει προκατάρχοντα κύρια, τούτοις ἐπιεικῶς ὁμοφωνεῖ τὰ ἐθνικά. Κίλιξ τὸ κύριον καὶ τὸ ἐθνικόν, ὅτι Κιλικία, Φρύξ Ἀχαιός καὶ τὰ ὅμοια. τὸ δὲ Κρότων καὶ Κραννών καὶ Κολοφών πόλεών ἐστιν ὁμώνυμα. ὁ δὲ λόγος τῶν ὡς ἐπιτοπλεῖστον διὰ τὸ Αἴολος, Αἰολία ἡ χώρα καὶ τὸ ἐθνικὸν Αἰολεύς. Ἡρωδιανὸς δέ φησιν, ὅτι τοῖς συνοικισταῖς συνεχῶς ὁμοφωνεῖ τὰ ἐθνικά, δηλονότι καὶ γραφῇ καὶ τόνῳ. τὸ Τευκρός ὡς τριγενὲς ὠξύνθη. εὑρίσκεται καὶ πόλεσιν ὁμοφωνοῦντα τὰ τῶν κτιστῶν ὀνόματα· Καμικός καὶ ὁ κτιστὴς καὶ ἡ νῆσος, ὁμοίως Τροιζήν Κολοφών Κόρινθος Κῶς Σικυών Κύρνος Λέσβος. ἔσθ´ ὅτε καὶ ἐπὶ τῶν τριῶν εὑρίσκεται ἓν ὄνομα, κτιστοῦ πόλεως καὶ ἔθνους, ὡς τὸ Δάρδανος. λέγεται καὶ Αἱμονιεύς τὸ ἐθνικόν, ὡς Ἀμβρακιεύς, καὶ Αἱμόνιος καὶ Αἵμονες. εἰσὶ καὶ Αἱμονιαί πόλις Ἀρκαδίας, ἀπὸ Αἵμονος τοῦ Λυκάονος παιδός, ὡς Παυσανίας ὀγδόῳ περιηγήσεως Ἑλλάδος. τὸ ἐθνικὸν ὁμοίως. οὔπω τέως εὕρομεν τὰ τῆς χρήσεως.
Translation pending

Herodian overlaps

Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.

Herodian 1.33
char LCS 55 (6.2%) · word LCS 12 (6.6%)
Stephanos
Αἱμονία, ἡ Θετταλία, ἀπὸ Αἵμονος. Αἵμων δὲ υἱὸς μὲν Χλώρου τοῦ Πελασγοῦ, πατὴρ δὲ Θεσσαλοῦ, ὡς Ῥιανὸς καὶ ἄλλοι. Αἵμων οὖν καὶ τὸ ἐθνικόν, ὡς Αὔσων καὶ Ἀρκάς καὶ Μαίων καὶ Ἴων. καὶ ὅσα τοιαῦτα ἐπὶ χωρῶν διὰ τοῦ « ι » προφερόμενα ἔχει προκατάρχοντα κύρια, τούτοις ἐπιεικῶς ὁμοφωνεῖ τὰ ἐθνικά. Κίλιξ τὸ κύριον καὶ τὸ ἐθνικόν, ὅτι Κιλ…
Herodian
…ται· εἰ δὲ διὰ τοῦ 'ω', βαρύνεται, οἷον ἐπὶ τῶν βαρυτόνων Ἀρτέμων, Πολέμων, Διδύμων· τῶν δὲ ὀξυτόνων τὸ δαιτυμών, Ἰτυμών, κηδεμών, ἀκρεμών, ἡγεμών, ἐθνυμών τὸ ἔθνος. Τὰ διὰ τοῦ 'αιμων' βαρύνεται, δαίμων, αἵμων καὶ Αἵμων υἱὸς μὲν Χλώρου τοῦ Πελασγοῦ, πατὴρ δὲ Θεσσαλοῦ, ὡς Ῥιανὸς καὶ ἄλλοι, καὶ τὸ ἐθνικὸν ὁμοφώνως. ἀναίμων. Εὐαίμων πόλις Ὀρχομενίων. Θεόπομπος ἐν ἕκτῳ. κακοδαίμων, εὐδαίμων, Λακεδαίμων πόλις ἐνδοξοτάτη τῶν ἐν Πελοποννήσῳ. Λακεδαίμονα δὲ οἱ μὲν ἀπὸ Λακεδαίμονος ἢ ὅτι μετὰ τὴν τῶν Ἡρακλειδῶν …
Herodian 1.15
char LCS 48 (5.4%) · word LCS 8 (4.4%)
Stephanos
…όγος τῶν ὡς ἐπιτοπλεῖστον διὰ τὸ Αἴολος, Αἰολία ἡ χώρα καὶ τὸ ἐθνικὸν Αἰολεύς. Ἡρωδιανὸς δέ φησιν, ὅτι τοῖς συνοικισταῖς συνεχῶς ὁμοφωνεῖ τὰ ἐθνικά, δηλονότι καὶ γραφῇ καὶ τόνῳ. τὸ Τευκρός ὡς τριγενὲς ὠξύνθη. εὑρίσκεται καὶ πόλεσιν ὁμοφωνοῦντα τὰ τῶν κτιστῶν ὀνόματα· Καμικός καὶ ὁ κτιστὴς καὶ ἡ νῆσος, ὁμοίως Τροιζήν Κολοφών Κόρινθος Κῶς Σικυών Κύρνος Λέσβος. ἔσθ´ ὅτε καὶ ἐπὶ τῶν τριῶν εὑρίσκεται ἓν ὄνομα, κτιστοῦ πόλεως καὶ ἔθνους, ὡς τὸ Δάρδανος. λέγεται καὶ Αἱμονιεύς τὸ ἐθνικόν, ὡς Ἀμβρακιε…
Herodian
…α» Καλλίμαχος. καμασήν ὁ ἰχθῦς, Δαμασήν, ἐρσήν, Αἰζήν, Ταντάλου παῖς, ἀφ´ οὗ ἐν Φρυγίᾳ πόλις Αἰζανοί. Ἀζήν ἔθνος τῆς Ἀρκαδίας ὃ καὶ Ἀζάν, ἀζήν ὁ πώγων κατὰ Φρύγας, ἀψήν. Τροιζήν καὶ ὁ κτιστὴς καὶ ἡ πόλις. εὑρίσκεται γὰρ καὶ πόλεσιν ὁμοφωνοῦντα τὰ τῶν κτιστῶν ὀνόματα· Καμικός Κολοφών Κόρινθος Κῶς Σικυών Κύρνος Λέσβος· οὕτως καὶ Τροιζήν· ἔστι δὲ πόλις Πελοποννήσου· ἔστι καὶ ἄλλη Τροιζήν ἐν Μασσαλίᾳ τῆς Ἰταλίας, ἣν Χάραξ Τροιζηνίδα χώραν φησίν. Τὰ εἰς 'λην' λήγοντα ὀξύνεται βαλλήν οὕτως ὁ βασιλε…
Herodian 1.203
char LCS 40 (4.5%) · word LCS 8 (4.4%)
Stephanos
…, Φρύξ Ἀχαιός καὶ τὰ ὅμοια. τὸ δὲ Κρότων καὶ Κραννών καὶ Κολοφών πόλεών ἐστιν ὁμώνυμα. ὁ δὲ λόγος τῶν ὡς ἐπιτοπλεῖστον διὰ τὸ Αἴολος, Αἰολία ἡ χώρα καὶ τὸ ἐθνικὸν Αἰολεύς. Ἡρωδιανὸς δέ φησιν, ὅτι τοῖς συνοικισταῖς συνεχῶς ὁμοφωνεῖ τὰ ἐθνικά, δηλονότι καὶ γραφῇ καὶ τόνῳ. τὸ Τευκρός ὡς τριγενὲς ὠξύνθη. εὑρίσκεται καὶ πόλεσιν ὁμοφωνοῦντα τὰ τῶν κτιστῶν ὀνόματα· Καμικός καὶ ὁ κτιστὴς καὶ ἡ νῆσος, ὁμοίως Τροιζήν Κολοφών Κόρινθος Κῶς Σικυών Κύρνος Λέσβος. ἔσθ´ ὅτε καὶ ἐπὶ τῶν τριῶν εὑρίσκετ…
Herodian
…μινίοις, Λοκρός ὁ κτίστης καὶ ἔθνος καὶ Λοκροὶ Ἐπιζεφύριοι πόλις Ἰταλίας. Ἑκαταῖος Εὐρώπῃ. Τευκρός τὸ ἐθνικὸν οἱ Τρῶες, Τεῦκρος δὲ τὸ κύριον υἱὸς Σκαμάνδρου καὶ Ἰδαίας νύμφης. ἔστι μὲν κανὼν ὁ λέγων, ὅτι τοῖς συνοικισταῖς ὁμοφωνεῖ τὰ ἐθνικὰ δηλονότι καὶ γραφῇ καὶ τόνῳ οἷον Ἴων, Θετταλός, Ἀχαιός, Τρώς, Δαναός, Λοκρός. τὸ δὲ
Herodian 1.43
char LCS 25 (2.8%) · word LCS 6 (3.3%)
Stephanos
… πατὴρ δὲ Θεσσαλοῦ, ὡς Ῥιανὸς καὶ ἄλλοι. Αἵμων οὖν καὶ τὸ ἐθνικόν, ὡς Αὔσων καὶ Ἀρκάς καὶ Μαίων καὶ Ἴων. καὶ ὅσα τοιαῦτα ἐπὶ χωρῶν διὰ τοῦ « ι » προφερόμενα ἔχει προκατάρχοντα κύρια, τούτοις ἐπιεικῶς ὁμοφωνεῖ τὰ ἐθνικά. Κίλιξ τὸ κύριον καὶ τὸ ἐθνικόν, ὅτι Κιλικία, Φρύξ Ἀχαιός καὶ τὰ ὅμοια. τὸ δὲ Κρότων καὶ Κραννών καὶ Κολοφών πόλεών ἐστιν ὁμώνυμα. ὁ δὲ λόγος τῶν ὡς ἐπιτοπλεῖστον διὰ τὸ Αἴολος, Αἰολία ἡ χώρα καὶ τὸ ἐθνικὸν Αἰολεύς. Ἡρωδιανὸς δέ φησιν, ὅτι τοῖς συνοικ…
Herodian
…ν Καρίας οὐ πολὺ ἀπέχον Ῥόδου. καὶ ποταμός ἐστι Φοῖνιξ. βέμβιξ, Τέμμιξ ἔθνος πρῶτον οἰκῆσαν ἐν Βοιωτίᾳ. Λυκόφρων «Ἄρνης παλαιᾶς γέννα, Τεμμίκων πρόμοι» (v. 644), πέμφιξ, τέττιξ, σκάνδιξ λάχανόν τι ποιόν, πέρδιξ, χοῖνιξ, Κίλιξ τὸ κύριον καὶ τὸ ἐθνικόν, Αἶθιξ ἔθνος. ἐν Θετταλίᾳ δ´ ᾤκουν ἐν τῷ Πίνδῳ ὄρει· Μαρσύας δὲ μέσον τῆς Τυμφαίας καὶ Ἀθαμανίας κεῖσθαί φησι τὴν χώραν. Ἕρνιξ ἔθνος Λατίνων. Διονύσιος ὀγδόῳ τῆς Ῥωμαϊκῆς ἀρχαιολογίας.
Herodian 1.138
char LCS 22 (2.5%) · word LCS 6 (3.4%)
Stephanos
…α καὶ τὸ ἐθνικὸν Αἰολεύς. Ἡρωδιανὸς δέ φησιν, ὅτι τοῖς συνοικισταῖς συνεχῶς ὁμοφωνεῖ τὰ ἐθνικά, δηλονότι καὶ γραφῇ καὶ τόνῳ. τὸ Τευκρός ὡς τριγενὲς ὠξύνθη. εὑρίσκεται καὶ πόλεσιν ὁμοφωνοῦντα τὰ τῶν κτιστῶν ὀνόματα· Καμικός καὶ ὁ κτιστὴς καὶ ἡ νῆσος, ὁμοίως Τροιζήν Κολοφών Κόρινθος Κῶς Σικυών Κύρνος Λέσβος. ἔσθ´ ὅτε καὶ ἐπὶ τῶν τριῶν εὑρίσκεται ἓν ὄνομα, κτιστοῦ πόλεως καὶ ἔθνους, ὡς τὸ Δάρδανος. λέγεται καὶ Αἱμονιεύς τὸ ἐθνικόν, ὡς Ἀμβρακιεύς, καὶ Αἱμόνιος καὶ Αἵμ…
Herodian
…η, ἀλλὰ κύρια», ὅτι ταῦτα βαρύνεται, Ἀκάλαυος, Πείραυος, Ἄρευος. {1ΠΕΡΙ ΤΩΝ ΕΙΣ 'βος', ΕΙΣ 'γος' ΚΑΙ ΤΩΝ ΚΑΘΕΞΗΣ ΜΕΧΡΙ ΤΩΝ ΕΙΣ 'μος'. ΒΙΒΛΙΟΝ ϛʹ.}1 Τὰ εἰς 'βος' δισύλλαβα κύρια ἢ προσηγορικὰ βαρύνεται, ὄλβος, λίβος, Λέσβος καὶ ὁ κτιστὴς καὶ ἡ νῆσος, φλοῖσβος, θάμβος τὸ μονογενές, τάρβος. λέμβος, βόμβος, τύμβος, ῥύμβος, στίβος, τρίβος. Στρόβος πόλις Μακεδονίας. Τάβος ἥρως, ἀφ´ οὗ Τάβαι πόλις Λυδίας. Θράμβος ἀκρωτήριον Μακεδονίας. Ἴσβος Ἰσαυρίας πόλις, Κύβος ἢ καὶ Κ…
Herodian 1.151
char LCS 22 (2.5%) · word LCS 6 (3.3%)
Stephanos
…ἡ χώρα καὶ τὸ ἐθνικὸν Αἰολεύς. Ἡρωδιανὸς δέ φησιν, ὅτι τοῖς συνοικισταῖς συνεχῶς ὁμοφωνεῖ τὰ ἐθνικά, δηλονότι καὶ γραφῇ καὶ τόνῳ. τὸ Τευκρός ὡς τριγενὲς ὠξύνθη. εὑρίσκεται καὶ πόλεσιν ὁμοφωνοῦντα τὰ τῶν κτιστῶν ὀνόματα· Καμικός καὶ ὁ κτιστὴς καὶ ἡ νῆσος, ὁμοίως Τροιζήν Κολοφών Κόρινθος Κῶς Σικυών Κύρνος Λέσβος. ἔσθ´ ὅτε καὶ ἐπὶ τῶν τριῶν εὑρίσκεται ἓν ὄνομα, κτιστοῦ πόλεως καὶ ἔθνους, ὡς τὸ Δάρδανος. λέγεται καὶ Αἱμονιεύς τὸ ἐθνικόν, ὡς Ἀμβρακιεύς, καὶ Αἱμόνιος κ…
Herodian
… εἰ δὲ τῇ 'ει' διφθόγγῳ, ὀξύνεται, δαρεικός, βοεικός «βοεικὰ ζεύγη» 'ι' ἡ παράδοσις, ἀλλὰ διὰ διφθόγγου δεῖ γράφεσθαι, ἀπὸ γὰρ τοῦ βοειακός κατὰ συγκοπὴν ὡς καὶ Δεκελεικός ἀπὸ τοῦ Δεκελειακός. Κεραμεικός. σεσημείωται τὸ Καμικός καὶ ὁ κτίστης καὶ ἡ πόλις Σικελίας ὀξύτονον καὶ ἔχον τὸ 'ι' μακρὸν ὡς τὸ Παλικός. εἰσὶ δὲ Παλικοί δαίμονές τινες οὓς Αἰσχύλος ἐν Αἴτναις γενεαλογεῖ Διὸς καὶ Θαλείας τῆς Ἡφαίστου, κληθῆναι δὲ τοὺς Παλικοὺς διὰ τὸ ἀποθανόντας πάλιν εἰς ἀνθρώ…
Herodian 1.396
char LCS 21 (2.3%) · word LCS 5 (2.7%)
Stephanos
…ὴρ δὲ Θεσσαλοῦ, ὡς Ῥιανὸς καὶ ἄλλοι. Αἵμων οὖν καὶ τὸ ἐθνικόν, ὡς Αὔσων καὶ Ἀρκάς καὶ Μαίων καὶ Ἴων. καὶ ὅσα τοιαῦτα ἐπὶ χωρῶν διὰ τοῦ « ι » προφερόμενα ἔχει προκατάρχοντα κύρια, τούτοις ἐπιεικῶς ὁμοφωνεῖ τὰ ἐθνικά. Κίλιξ τὸ κύριον καὶ τὸ ἐθνικόν, ὅτι Κιλικία, Φρύξ Ἀχαιός καὶ τὰ ὅμοια. τὸ δὲ Κρότων καὶ Κραννών καὶ Κολοφών πόλεών ἐστιν ὁμώνυμα. ὁ δὲ λόγος τῶν ὡς ἐπιτοπλεῖστον διὰ τὸ Αἴολος, Αἰολία ἡ χώρα καὶ τὸ ἐθνικὸν Αἰολεύς. Ἡρωδιανὸς δέ φησιν, ὅτι τοῖς συνοικ…
Herodian
…ίδιόν τι ἐσθίον τὰς ἀμπέλους, Φίξ, Σφίξ, στρίξ καὶ στρίγξ εἶδος ὀρνέου, ὅπερ τινὲς καὶ διὰ τοῦ 'λ' γράφουσι στλίξ, Λίγξ ποταμὸς Μαυριτανίας καὶ πόλις· τινὲς δὲ Λίξον γράφουσιν. Τὰ εἰς 'υξ' μονοσύλλαβα ὀξύνεται, τρύξ, Φρύξ τὸ κύριον καὶ τὸ ἐθνικόν, Βρύξ Μακεδονικὸν ἔθνος προσεχὲς Ἰλλυριοῖς, πτύξ, Στύξ, νύξ, στρύξ, πνύξ τὸ παρ´ Ἀθηναίοις δικαστήριον· ἔστι πύκν ὄνομα
Herodian 1.20
char LCS 20 (2.3%) · word LCS 5 (3.0%)
Stephanos
… δὲ Θεσσαλοῦ, ὡς Ῥιανὸς καὶ ἄλλοι. Αἵμων οὖν καὶ τὸ ἐθνικόν, ὡς Αὔσων καὶ Ἀρκάς καὶ Μαίων καὶ Ἴων. καὶ ὅσα τοιαῦτα ἐπὶ χωρῶν διὰ τοῦ « ι » προφερόμενα ἔχει προκατάρχοντα κύρια, τούτοις ἐπιεικῶς ὁμοφωνεῖ τὰ ἐθνικά. Κίλιξ τὸ κύριον καὶ τὸ ἐθνικόν, ὅτι Κιλικία, Φρύξ Ἀχαιός καὶ τὰ ὅμοια. τὸ δὲ Κρότων καὶ Κραννών καὶ Κολοφών πόλεών ἐστιν ὁμώνυμα. ὁ δὲ λόγος τῶν ὡς ἐπιτοπλεῖστον διὰ τὸ Αἴολος, Αἰολία ἡ χώρα καὶ τὸ ἐθνικὸν Αἰολεύς. Ἡρωδιανὸς δέ φησιν, ὅτι τοῖς συνοικ…
Herodian
οἱ Κόσσινοι λεγόμενοι Ὠστίωνες, οὓς Πυθέας Ὠστιαίους προσαγορεύει». Ἡφαιστίων, Ξενίων, Μοσχίων, Μελανίων, Πορφυρίων, Τυραννίων. Τὰ διὰ τοῦ 'ιων' 'ι' βραχεῖ παραληγόμενα βαρύνεται, Δίων, Ἴων τὸ κύριον καὶ τὸ ἐθνικόν, Ἠμαθίων, Ἐνδυμίων, Ἠετίων, Εὐρυτίων, Εὐρυθαλίων, Ἀστερίων, Δευκαλίων, Ἰασίων ὁ πατὴρ Παρίου. Ὠρίων. ἔστι δὲ ἀναλογώτερον συστέλλον τὸ 'ι' ὡς παρ´ Εὐριπίδῃ «τά τ´ ἄστρα καὶ τὸν Ὠρίωνα δέρκομαι» (Cycl. 213)· ὁ γὰρ ποιητὴ…
Herodian 1.147
char LCS 17 (1.9%) · word LCS 5 (2.7%)
Stephanos
…α καὶ τὸ ἐθνικὸν Αἰολεύς. Ἡρωδιανὸς δέ φησιν, ὅτι τοῖς συνοικισταῖς συνεχῶς ὁμοφωνεῖ τὰ ἐθνικά, δηλονότι καὶ γραφῇ καὶ τόνῳ. τὸ Τευκρός ὡς τριγενὲς ὠξύνθη. εὑρίσκεται καὶ πόλεσιν ὁμοφωνοῦντα τὰ τῶν κτιστῶν ὀνόματα· Καμικός καὶ ὁ κτιστὴς καὶ ἡ νῆσος, ὁμοίως Τροιζήν Κολοφών Κόρινθος Κῶς Σικυών Κύρνος Λέσβος. ἔσθ´ ὅτε καὶ ἐπὶ τῶν τριῶν εὑρίσκεται ἓν ὄνομα, κτιστοῦ πόλεως καὶ ἔθνους, ὡς τὸ Δάρδανος. λέγεται καὶ Αἱμονιεύς τὸ ἐθνικόν, ὡς Ἀμβρακιεύς, καὶ Αἱμόνιος κ…
Herodian
δῆμος Πανδιονίδος φυλῆς. θηλυκῶς δὲ λέγεται. Σύρινθος πόλις Κρήτης, Πέρινθος πόλις Θρᾴκης ἀπὸ Περίνθου Ἐπιδαυρίου τοῦ μετὰ Ὀρέστου στρατευσαμένου. Κόρινθος καὶ ὁ κτίστης καὶ ἡ πόλις ἔσω τοῦ ἰσθμοῦ τῆς Πελοποννήσου. Ἑκαταῖος Εὐρώπῃ. Ἀκροκόρινθος ἀρσενικῶς. Ἀμάρυνθος νῆσος Εὐβοίας. ὄλυνθος τὸ μὴ πέπειρον καὶ Ὄλυνθος πόλις Θρᾴκης ἀπὸ Ὀλύνθου τοῦ Ἡρακλέους. Ἀράκυνθος ὄρος Βοιωτίας, ἀφ´ οὗ ἡ Ἀθηνᾶ…