Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Αἷμος, ὄρος Θρᾴκης. λέγεται καὶ οὐδετέρως, ὡς οἱ πολλοί. ἐγένετο δὲ ὁ Αἷμος υἱὸς Βορέου καὶ Ὠρειθυίας, ἀφ´ οὗ καὶ τὸ ὄρος.
… τοῦ 'ι' βαρύνεται, ὧρος, ὦμος, ὦχρος. πρόσκειται μὴ ἔχοντα τὸ 'ι' διὰ τοῦ ᾠδός. Τὰ εἰς 'μος' δισύλλαβα διφθόγγῳ παραλήγοντα ἀπὸ συμφώνου ἀρχόμενα ὀξύνεται, λοιμός, λαιμός. τὰ δὲ μὴ ἀπὸ συμφώνου ἀρχόμενα βαρύνονται οἷον Αἷμος ὄρος Θρᾴκης. λέγεται καὶ οὐδετέρως, ὡς οἱ πολλοί. ἐγένετο δὲ ὁ Αἷμος υἱὸς Βορέου καὶ Ὠρειθυίας, ἀφ´ οὗ καὶ τὸ ὄρος. καὶ οἶμος. σεσημείωται τὸ Δεῖμος. Τὰ διὰ τοῦ 'αμος' τριβράχεα προπαροξύνεται, εἰ μὴ προηγεῖται τῷ 'α' τὸ 'τ', πλόκαμος, κέραμος, κάλαμος, θάλαμος, κύαμος, Πρίαμος ἐκ τοῦ πρίαμαι. ἐπράθη γὰρ καὶ ταύτης τῆς ἐπωνυμίας ἔτυ…