Αἴνεια

Stephanos of Byzantium - Ethnika

Αἴνεια OCR ✓ Trans ✓ Confirmed ✓
city
Entry #132
Greek source: meineke
Meineke: 50.11 | Billerbeck: Α132
OCR: gemini-constrained (gemini-3-flash-preview) on 2026-01-30
Word count: 76
Source: vol1_172.jpg
Edit
Αἴνεια, τόπος Θρᾴκης, ὡς Αἴπεια Ζέλεια, ἀπὸ Αἰνείου. Θέων δ´ Αἰνειάδας ταύτην καλεῖ, ὑπομνηματίζων τὸν Λυκόφρονα “Αἰνείας δὲ μετὰ τὴν Ἰλίου πόρθησιν εἰς Θρᾴκην παρεγένετο καὶ ἔκτισε πόλιν Αἰνειάδας, ὅπου τὸν πατέρα ἔθαψε”. τὸ ἐθνικὸν Αἰνειεύς. ὃ καὶ παράσημόν ἐστιν, ὅτι μὴ ἐνδεῖ μιᾷ συλλαβῇ τοῦ πρωτοτύπου, ὡς εἴπομεν ἐν τῇ Αἰλίᾳ. ἔστι καὶ Αἰνεάτης, ὡς Κόρσεια Κορσεάτης, Ὕδρεια Ὑδρεάτης, Ὀρνειαί Ὀρνεάτης, Κεγχρειαί Κεγχρεάτης, τοῦ « ι » σιγηθέντος. ἔστι καὶ πόλις Τυρρηνίας, ἧς οἱ οἰκήτορες Αἰνεῖοι.
Translation pending

Herodian overlaps

Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.

Herodian 1.274
char LCS 149 (37.1%) · word LCS 27 (36.0%)
Stephanos
Αἴνεια, τόπος Θρᾴκης, ὡς Αἴπεια Ζέλεια, ἀπὸ Αἰνείου. Θέων δ´ Αἰνειάδας ταύτην καλεῖ, ὑπομνηματίζων τὸν Λυκόφρονα “Αἰνείας δὲ μετὰ τὴν Ἰλίου πόρθησιν εἰς Θρᾴκην παρεγένετο καὶ ἔκτισε πόλιν Αἰνειάδας, ὅπου τὸν πατέρα ἔθαψε”. τὸ ἐθνικὸν Αἰνειεύς. ὃ καὶ παράσημόν ἐστιν, ὅτι μὴ ἐνδεῖ μιᾷ συλλαβῇ τοῦ πρωτοτύπου, ὡς εἴπομεν ἐν τῇ Αἰλίᾳ. ἔστι καὶ Αἰνεάτης, ὡς Κόρσεια Κορσεάτης, Ὕδρεια Ὑδρεάτης, Ὀρνειαί Ὀρνεάτης, Κεγχρειαί Κεγχρεάτης, τοῦ « ι » …
Herodian
…καὶ πανταχοῦ τοῖς ἀρχαιοτέροις ὀνόμασι χρῆται. Κωστάντεια ἡ νῦν ἐν Κύπρῳ Σαλαμίς· ἔστι καὶ Βρεττίας ἄλλη, ὡς Διονύσιος ἐννεακαιδεκάτῳ Ῥωμαϊκῆς ἀρχαιολογίας. εὕρηται καὶ διὰ τοῦ 'ν'. Βυζάντεια ἡ χώρα. Αἴνεια τόπος Θρᾴκης ἀπὸ Αἰνείου. Θέων δ´ Αἰνειάδας ταύτην καλεῖ, ὑπομνηματίζων τὸν Λυκόφρονα (v. 1263) «Αἰνείας δὲ μετὰ τὴν Ἰλίου πόρθησιν εἰς Θρᾴκην παρεγένετο καὶ ἔκτισε πόλιν Αἰνειάδας, ὅπου τὸν πατέρα ἔθαψε». Αἰνία δὲ διὰ τοῦ 'ι' πόλις Περραιβῶν. Αἴπεια πόλις Λακωνικῆς «καλήν τ´ Αἴπειαν καὶ Πήδασον» (Il. Ι 152). ἔστι καὶ ἑτέρα Κύπρου. τρίτη Κρήτης ὡς Ἑλλάνικος. Ἀγάμμεια ἄκρα καὶ λιμὴν περὶ τὴν Τροίαν, ὡς Ἑλλάνικος