Αἰξώνεια, πόλις Μαγνησίας. τὸ ἐθνικὸν Αἰξωνεύς. ἔστι καὶ Αἰξωνή δῆμος τῆς Κεκροπίδος φυλῆς, ὀξυτόνως, ὡς εἴθισται [ἐπὶ] πολλῶν τῶν δήμων. καὶ ὁ δημότης Αἰξωνεύς, τὸ θηλυκὸν Αἰξωνίς, ὡς Ἁθμονίς. καὶ αἰξωνεύεσθαι τὸ κακηγορεῖν· βλάσφημοι γὰρ καὶ συκοφάνται κωμῳδοῦνται. τὰ τοπικά, ἐκ τόπου Αἰξωνῆθεν, εἰς τόπον Αἰξωνάδε καὶ Αἰξώναζε, καὶ ἐν τόπῳ Αἰξωνῆσι.