Αἰόλειον

Stephanos of Byzantium - Ethnika

Αἰόλειον OCR ✓ Trans ✓ Confirmed ✓
city
Entry #137
Greek source: meineke
Meineke: 53.1 | Billerbeck: Α137
OCR: gemini-constrained (gemini-3-flash-preview) on 2026-01-30
Word count: 61
Source: vol1_176.jpg
Edit
Αἰόλειον, τῆς Θρᾴκης χερρονήσου πόλις. Θεόπομπος ἐν Φιλιππικῶν εἰκοστῇ τρίτῃ “ἐπορεύθη εἰς πόλιν Αἰόλειον τῆς Ἀττικῆς μὲν οὖσαν, πολιτευομένην δὲ μετὰ τῶν Χαλκιδέων”. τὸ ἐθνικὸν Αἰόλειος ὡς Ῥοίτειος, καὶ Αἰολήιος. δύναται δὲ τοῦτο καὶ ἀπὸ τοῦ Αἰολεύς εἶναι, ὅθεν καὶ τὸ Αἰόλειον, ὥστε γενικὸν εἶναι τοῦ ἔθνους καὶ ἰδικὸν τῆς πόλεως, ὡς ὁ ἠπειρώτης καὶ ὁ πόντιος τῶν γενικῶν καὶ τῶν ἰδικῶν.
Translation pending

Herodian overlaps

Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.

Herodian 1.373
char LCS 138 (43.7%) · word LCS 23 (37.1%)
Stephanos
Αἰόλειον, τῆς Θρᾴκης χερρονήσου πόλις. Θεόπομπος ἐν Φιλιππικῶν εἰκοστῇ τρίτῃ “ἐπορεύθη εἰς πόλιν Αἰόλειον τῆς Ἀττικῆς μὲν οὖσαν, πολιτευομένην δὲ μετὰ τῶν Χαλκιδέων”. τὸ ἐθνικὸν Αἰόλειος ὡς Ῥοίτειος, καὶ Αἰολήιος. δύναται δὲ τοῦτο καὶ ἀπὸ τοῦ Αἰολεύς εἶναι, ὅθεν καὶ τὸ Αἰόλειον, ὥστε γενικὸν εἶναι τοῦ ἔθνους καὶ ἰδικὸν τῆς πόλεως, ὡς ὁ ἠπειρώτης καὶ ὁ πόντιος τῶν γενικῶν καὶ τῶν ἰδ…
Herodian
… πολίχνιον τῆς Ταυρικῆς, ἣν Στράβων ἑνδεκάτῃ Μυρμήκιον, Ἀρτεμίδωρος δὲ Μυρμηκίαν φησί. τὸ γὰρ ἕτερον προπερισπᾶται. Κλεάδειον τὸ ὄρος. Γορδίειον πόλις τῆς μεγάλης Φρυγίας πρὸς τῇ Καππαδοκίᾳ ἀπὸ Γορδίου τοῦ πατρὸς Μίδου. Αἰόλειον τῆς Θρᾴκης χερρονήσου πόλις. Θεόπομπος ἐν Φιλιππικῶν εἰκοστῇ τρίτῃ «ἐπορεύθη εἰς πόλιν Αἰόλειον τῆς Ἀττικῆς μὲν οὖσαν, πολιτευομένην δὲ μετὰ τῶν Χαλκιδέων». Ἀχίλλειον