Αἰολία

Stephanos of Byzantium - Ethnika

Αἰολία OCR ✓ Trans ✓ Confirmed ✓
island
Entry #138
Greek source: meineke
Meineke: 53.9 | Billerbeck: Α138
OCR: gemini-constrained (gemini-3-flash-preview) on 2026-01-30
Word count: 52
Source: vol1_176.jpg
Edit
Αἰολία, νῆσος Αἰόλου. Ὅμηρος “Αἰολίην δ´ ἐς νῆσον ἀφικόμεθα”. οἱ νεώτεροι τὸ ἐθνικὸν ὁμοίως καὶ ὁμόφωνον τῷ οἰκιστῇ, ὡς Θετταλός Ἰταλός. ἀλλὰ καὶ Αἰολιώτης, ὡς Σικελιώτης. λέγονται καὶ οἱ τὴν Λέσβον οἰκοῦντες Αἰολεῖς ἀπὸ τῶν Αἰόλου παίδων, ὡς Δωριεῖς ἀπὸ τῶν Δώρου· ἀφ´ ὧν ἡ Αἰολικὴ ἀποικία. οἳ καὶ Αἰολίωνες ὀνομάζονται.
Translation pending

Herodian overlaps

Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.

Herodian 1.286
char LCS 47 (18.4%) · word LCS 9 (17.6%)
Stephanos
Αἰολία, νῆσος Αἰόλου. Ὅμηρος “Αἰολίην δ´ ἐς νῆσον ἀφικόμεθα”. οἱ νεώτεροι τὸ ἐθνικὸν ὁμοίως καὶ ὁμόφωνον τῷ οἰκιστῇ, ὡς Θετταλός Ἰταλός. ἀλλὰ καὶ Αἰολιώτης, ὡς Σικελιώτης. λέγονται καὶ οἱ τὴν Λέσβον οἰκοῦντες Αἰολεῖς ἀπὸ τῶν Αἰόλου παίδων, ὡς Δωριεῖς ἀπὸ τῶν Δώρου· ἀφ´ ὧν ἡ Αἰολ…
Herodian
…. τετάρτη δ´ ἡ Διὸς Κρήτη τροφός, Εὔβοια πέμπτη στενοφυής, ἕκτη Κύπρος, Λέσβος δὲ τάξιν ἑβδόμην λαχοῦς´ ἔχει. ἔστι καὶ ἄλλη Σικελία κατὰ τὴν Πελοπόννησον. Καππαδοκία, Ἀρμενία, Τισία πόλις Ἰταλίας. Ἀγκαρία πόλις Ἰταλίας. Αἰολία νῆσος Αἰόλου. Ὅμηρος «Αἰολίην δ´ ἐς νῆσον ἀφικόμεθα» (Od. κ 1). Αἰτωλία χώρα ἀπὸ Αἰτωλοῦ τοῦ Ἐνδυμίωνος, ὃς ἐκπεσὼν ἀπὸ Πίσης ὑπὸ Σαλμωνέως συνῴκισε τὴν ἀπ´ αὐτοῦ κληθεῖσαν Αἰτωλίαν. πρότερον δὲ Ὑαντίς ἐκαλεῖτο. ἔστι καὶ Αἰτωλία πόλις Πελοποννήσου, ἣν συγκαταλέγει ταῖς Λ…
Herodian 1.240
char LCS 40 (15.6%) · word LCS 9 (17.6%)
Stephanos
Αἰολία, νῆσος Αἰόλου. Ὅμηρος “Αἰολίην δ´ ἐς νῆσον ἀφικόμεθα”. οἱ νεώτεροι τὸ ἐθνικὸν ὁμοίως καὶ ὁμόφωνον τῷ οἰκιστῇ, ὡς Θετταλός Ἰταλός. ἀλλὰ καὶ Αἰολιώτης, ὡς Σικελιώτης. λέγονται καὶ οἱ τὴν Λέσβον οἰκοῦντες Αἰολεῖς ἀπὸ τῶν Αἰόλου παίδων, ὡς Δωριεῖς ἀπὸ τῶν Δώρου· ἀφ´ ὧν ἡ Αἰολικὴ ἀποικία. οἳ καὶ Αἰολίωνες ὀνομάζονται.
Herodian
…νδρεύς, Ἀντιοχεύς, Σελευκεύς, Αἰγιαλεύς. εὑρίσκεται δὲ καὶ αἰγιαλεύς ἐπὶ ἰχθύος. Αἰγικορεῖς, Ἀργαδεῖς φυλαὶ παλαιαί. Αἰθυσσεῖς ἔθνος Λιβυκὸν Μαρμαρίδαις πάροικον, ὡς Ῥιανός. Αἰολεύς. οὕτως λέγονται οἱ τὴν Λέσβον οἰκοῦντες ἀπὸ τῶν Αἰόλου παίδων ὡς Δωριεῖς ἀπὸ τῶν Δώρου. Ἁλιεῖς πόλις Ἀργολικῆς παραθαλασσία καὶ τὸ ἐθνικὸν ὁμοίως. Ἔφορος ἐν τῷ ἕκτῳ »Τιρύνθιοί εἰσιν οὗτοι καὶ ἐξαναστάντες ἐβουλεύοντο οἰκεῖν τινα τόπον καὶ ἠρώτων τὸν θεόν. ἔχρησε δ´ οὕτως «ποῖ τυ λαβὼν καὶ ποῖ τυ καθίξω καὶ ο…
Herodian 1.163
char LCS 26 (10.2%) · word LCS 5 (9.8%)
Stephanos
Αἰολία, νῆσος Αἰόλου. Ὅμηρος “Αἰολίην δ´ ἐς νῆσον ἀφικόμεθα”. οἱ νεώτεροι τὸ ἐθνικὸν ὁμοίως καὶ ὁμόφωνον τῷ οἰκιστῇ, ὡς Θετταλός Ἰταλός. ἀλλὰ καὶ Αἰολιώτης, ὡς Σικελιώτης. λέγονται καὶ οἱ τὴν Λέσβον οἰκοῦντες Αἰολεῖς ἀπὸ τῶν Αἰόλου παίδων, ὡς Δωριεῖς ἀπὸ τῶν Δώρου· ἀφ´ ὧν ἡ Αἰολικὴ ἀποικία. οἳ καὶ Αἰολίωνες ὀνομάζονται.
Herodian
* Τὰ διὰ τοῦ 'ειλος' πολυσύλλαβα σύνθετα ἀπὸ ὀνόματος προπαροξύνεται, τρίχειλος, ἀγκυλόχειλος, κροκόδειλος, εὔειλος. Τὰ εἰς 'ολος' ὑπὲρ δύο συλλαβὰς ἁπλᾶ κύρια ἢ προσηγορικὰ προπαροξύνεται, Αἴολος τὸ ἐθνικὸν ὁμοφώνως τῷ οἰκιστῇ ὡς Θετταλός, Ἰταλός, ἄσβολος, εὔκολος, διάβολος. Ὅμολος ὄρος Θετταλίας, ὃ καὶ Ὁμόλη. Νάκολος, Ποτίολοι πόλις Τυρρηνίας, ἥτις καὶ Δικαιάρχεια. αὐτόμολος καὶ Αὐτόμολος ἔθνος Αἰθιοπικόν ὡς Ἡρόδοτος δευτέρᾳ (c. 30) «τοῖσι δὲ Αὐτομόλοισι τούτοισιν…
Herodian 1.177
char LCS 25 (9.8%) · word LCS 5 (9.8%)
Stephanos
Αἰολία, νῆσος Αἰόλου. Ὅμηρος “Αἰολίην δ´ ἐς νῆσον ἀφικόμεθα”. οἱ νεώτεροι τὸ ἐθνικὸν ὁμοίως καὶ ὁμόφωνον τῷ οἰκιστῇ, ὡς Θετταλός Ἰταλός. ἀλλὰ καὶ Αἰολιώτης, ὡς Σικελιώτης. λέγονται καὶ οἱ τὴν Λέσβον οἰκοῦντες Αἰολεῖς ἀπὸ τῶν Αἰόλου παίδων, ὡς Δωριεῖς ἀπὸ τῶν Δώρου· ἀφ´ ὧν ἡ Αἰολικὴ ἀποικία. οἳ καὶ Αἰολίωνες ὀνομάζονται.
Herodian
ὡς Φίλων καὶ Παυσανίας. Ἑκαταῖος δὲ πόλιν αὐτήν φησιν. Ὅμηρος «οἳ Κῦνόν τ´ ἐνέμοντ´ Ὀπόεντά τε Καλλίαρόν τε» (Β 531). Γρῦνοι πολίχνιον Μυριναίων. Ἑκαταῖος δὲ τὴν πόλιν Γρύνειαν καλεῖ. Θῦνος ἐθνικὸν ὁμοφώνως τῷ οἰκιστῇ ὡς Θετταλός Ἰταλός. Φρῦνος ἔθνος Σκυθικόν. * Τὰ εἰς 'ονος' δισύλλαβα μονογενῆ ἀπαρασχημάτιστα βαρύνεται, χρόνος, Κρόνος, δόνος, φθόνος, κλόνος, πόνος, Πρόνος υἱὸς Κεφάλου. τὸ ὄνος ἔχον θηλυκὸν συνέπεσε τοῖς εἰρημένοις ὡς ἀπαρασχημάτιστον.…