Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Αἶσα, πόλις Θρᾴκης προσεχὴς τῇ Παλλήνῃ. Αἰσαῖος, ὡς Αἶα Αἰαῖος.
Πύρρα πόλις ἐν Λέσβῳ· ἔστι καὶ κώμη Λιγυστικῆς. βαρύνεται δὲ καὶ Κύδραι πόλις Βρυγῶν. Στράβων ἑβδόμῃ, καὶ Μάκρα νῆσος Λυκίας, ὡς Ἀλέξανδρος ἐν περίπλῳ αὐτῆς. Τὰ εἰς 'σα' δισύλλαβα βαρύνεται, αἶσα· ἔστι καὶ Αἶσα πόλις Θρᾴκης προσεχὴς τῇ Παλλήνῃ. μοῦσα μόνον δισύλλαβον τῇ 'ου' διφθόγγῳ παραληγόμενον ὁμοίως ἐν χρήσει τῇ τῶν παλαιῶν καὶ τῇ κοινῇ συνηθείᾳ. τὸ γὰρ Δοῦσα κύριον καθ´ ἱστορίαν ἐστὶ λεγόμενον ἥ τε Χοῦσα πόλις Αἰγυπτίων. πεῖσα ἡ πειθώ, μεθ´ ὧν γλῶσσα, π…