Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
…ῆς δ´ Αἰσωνίας τὸ ἐθνικὸν δύναται Αἰσωνιεύς, ὡς Ὑριεύς Ὀρθωσιεύς Ἀφροδισιεύς Δημητριεύς, καὶ Αἰσωνιάτης, ὡς Κυδωνιάτης καὶ Κροτωνιάτης. τὸ δ´ Αἰσωνίς ἀπὸ τῆς γενικῆς τοῦ ἀρσενικοῦ, καὶ Αἰσωνία. ὀξύτονον τὸ Αἰσών. τὰ γὰρ εἰς « ων » δισύλλαβα ἐπὶ πόλεων ὀξύνεται, εἰ μὴ διαστολὴν ἔχοι σημαινομένου, ὡς τὸ Κρότων βαρύνεται· ὀξυνόμενον γὰρ δηλοῖ ζωύφιον· ἢ χαρακτῆρι ὑπάγοιτο, ὡς τὸ Ἴτων συναπενεχθὲν τῷ Τρίτων Γείτων Βίτων, οἷον Ἠιών Κραννών Γυρτών Νεών. σεσημείωται τὸ Σούλμων. …
τὸ δὲ τρήρων, μήκων, γλήχων βαρύνονται φυλάττοντα τὸ 'ω' ἐπὶ τῆς γενικῆς. Τὰ εἰς 'ων' δισύλλαβα ἐπὶ πόλεων ὀξύνονται· εἰ δέ τι βαρυνθῇ, ἑτέρῳ χαρακτῆρι ἢ διαστολῇ σημαινομένου, Ἠϊών, Πλευρών, Πυθών, Σιδών, Γυρτών πόλις Θεσσαλίας καὶ Περραιβίας, ἣν Ὅμηρος Γυρτώνην καλεῖ ὡς Ἰτώνην καὶ Ἴτωνα, ἀπὸ Γύρτωνος τοῦ Φλεγύου ἀδελφοῦ, ὅστις …
…Φέρητα”. τὸ ἐθνικὸν Αἰσώνιος. καὶ Φερεκύδης τὴν πόλιν Αἰσωνίαν φησί. τῆς δ´ Αἰσωνίας τὸ ἐθνικὸν δύναται Αἰσωνιεύς, ὡς Ὑριεύς Ὀρθωσιεύς Ἀφροδισιεύς Δημητριεύς, καὶ Αἰσωνιάτης, ὡς Κυδωνιάτης καὶ Κροτωνιάτης. τὸ δ´ Αἰσωνίς ἀπὸ τῆς γενικῆς τοῦ ἀρσενικοῦ, καὶ Αἰσωνία. ὀξύτονον τὸ Αἰσών. τὰ γὰρ εἰς « ων » δισύλλαβα ἐπὶ πόλεων ὀξύνεται, εἰ μὴ διαστολὴν ἔχοι σημαινομένου, ὡς τὸ Κρότων βαρύνεται· ὀξυνόμενον γὰρ δηλοῖ ζωύφιον· ἢ χαρακτῆρι ὑπάγοιτο, ὡς τὸ Ἴτων συναπενεχθὲν τῷ…
»δαῖτα θάλειαν« (Η 475). τὸ δὲ θαμειαί Πάμφιλος λέγει ὡς ὀξεῖαι, Ἀρίσταρχος δὲ ὡς πυκιναί· ὁμοίως δὲ καὶ τὸ ταρφειαί. Τὰ εἰς 'να' συνεσταλμένον ἔχοντα τὸ 'α' ἀπὸ τῆς γενικῆς τοῦ ἀρσενικοῦ σχηματιζόμενα προπαροξύνεται, μέλανος μέλαινα· τὸ δὲ Μελαιναί πόλις Ἀρκαδίας ὀξύνεται· ἀπὸ Μελανέως τοῦ Λυκάονος, ὡς Παυσανίας ( 8, 26, 8). Ῥιανὸς ἐν Ἠλιακῶν πρώτῳ »Γόρτυν´ Ἥραιάν τε πολυδρύμους τε Μελαινάς«. εἰσὶ δὲ κα…