Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Αἰτωλία, χώρα ἀπὸ Αἰτωλοῦ τοῦ Ἐνδυμίωνος, ὃς ἐκπεσὼν ἀπὸ Πίσης ὑπὸ Σαλμωνέως συνῴκισε τὴν ἀπ´ αὐτοῦ κληθεῖσαν Αἰτωλίαν. πρότερον δὲ Ὑαντὶς ἐκαλεῖτο. τὸ ἐθνικὸν καὶ Αἰτωλίς καὶ Αἰτώλιος. ἔστι καὶ Αἰτωλία πόλις Πελοποννήσου, ἣν συγκαταλέγει ταῖς Λακωνικαῖς πόλεσιν Ἀνδροτίων καὶ Ἀτθίδος. ὀξύνεται δέ [Αἰτωλός]· τὰ γὰρ εἰς « ωλος » ἀρσενικὰ πρὸ τοῦ « ω » τὸ « τ » ἔχοντα…
… Λέσβος δὲ τάξιν ἑβδόμην λαχοῦς´ ἔχει. ἔστι καὶ ἄλλη Σικελία κατὰ τὴν Πελοπόννησον. Καππαδοκία, Ἀρμενία, Τισία πόλις Ἰταλίας. Ἀγκαρία πόλις Ἰταλίας. Αἰολία νῆσος Αἰόλου. Ὅμηρος «Αἰολίην δ´ ἐς νῆσον ἀφικόμεθα» (Od. κ 1). Αἰτωλία χώρα ἀπὸ Αἰτωλοῦ τοῦ Ἐνδυμίωνος, ὃς ἐκπεσὼν ἀπὸ Πίσης ὑπὸ Σαλμωνέως συνῴκισε τὴν ἀπ´ αὐτοῦ κληθεῖσαν Αἰτωλίαν. πρότερον δὲ Ὑαντίς ἐκαλεῖτο. ἔστι καὶ Αἰτωλία πόλις Πελοποννήσου, ἣν συγκαταλέγει ταῖς Λακωνικαῖς πόλεσιν Ἀνδροτίων ἕκτῳ (?) Ἀτθίδος. Ἀμαντία
Αἰτωλία, χώρα ἀπὸ Αἰτωλοῦ τοῦ Ἐνδυμίωνος, ὃς ἐκπεσὼν ἀπὸ Πίσης ὑπὸ Σαλμωνέως συνῴκισε τὴν ἀπ´ αὐτοῦ κληθεῖσαν Αἰτωλίαν. πρότερον δὲ Ὑαντὶς ἐκαλεῖτο. τὸ ἐθνικὸν καὶ Αἰτωλίς καὶ Αἰτώλιος. ἔστι καὶ Αἰτωλία πόλις Πελοποννήσου, ἣν συγκαταλέγει ταῖς Λακωνικαῖς πόλεσιν Ἀνδροτίων καὶ Ἀτθίδος. ὀξύνεται δέ [Αἰτωλός]· τὰ γὰρ εἰς « ωλος » ἀρσενικὰ …
…τὸ αἰτεῖν, ἁμαρτωλός. τὸ μέντοι ἕωλος ὁ χθεσινός προπαροξύνεται ὡς παρώνυμον καὶ τὴν τρίτην βραχεῖαν ἔχει. * καὶ ἄλλως· Τὰ εἰς 'ωλος' ἀρσενικὰ πρὸ τοῦ 'ω' τὸ 'τ' ἔχοντα ὀξύνεται, Καστωλός, Πακτωλός, ἁμαρτωλός, Αἰτωλός ὁ Ἐνδυμίωνος, ὃς ἐκπεσὼν ἀπὸ Πίσης ὑπὸ Σαλμωνέως συνῴκισε τὴν ἀπ´ αὐτοῦ κληθεῖσαν Αἰτωλίαν, καὶ τὸ ἐθνικὸν ὁμοφώνως. τὸ Σπάρτωλος θηλυκόν ἐστι καὶ τὸ Μαύσωλος οὐκ ἔχει τὸ 'τ'. Τὰ εἰς 'λος' ὑπερδισύλλαβα παραληγόμενα τῇ διὰ τοῦ 'υ' διφθόγγῳ προπαροξύνεται. δίαυλος, θύραυλος, ἴουλος, Κάμουλος, ὕπουλος, Γαίτουλο…