Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
…αχήσαντι πρὸς τοὺς Σολύμους τὸν τόπον δέδωκε. τὸ ἐθνικὸν Ἀκαμάντιος ὡς Βυζάντιος, τὸ δὲ κτητικὸν τοῦ Ἀκάμαντος διὰ τῆς « ει » διφθόγγου. λέγεται καὶ Ἀκαμαντίς ὡς Βυζαντίς. Παρθένιος δ´ ἐν Ἀφροδίτῃ Ἀκαμαντίδα αὐτήν φησι. ἐκαλεῖτο καὶ φυλὴ Ἀκαμαντίς τῆς Ἀττικῆς, ὡς Σιμωνίδης.
…κλήθη δὲ ἀπὸ Ἄβαντος τοῦ Ἀργείου ἢ τοῦ υἱοῦ Ποσειδῶνος καὶ Ἀρεθούσης, ὡς Ἀριστοκράτης. Ὑαντίς. οὕτως πρότερον ἡ Αἰτωλία χώρα ἐκαλεῖτο. Ἀκαμαντίς. οὕτως ἐκαλεῖτο ἡ Κύπρος. Παρθένιος δ´ ἐν Ἀφροδίτῃ Ἀκαμαντίδα αὐτήν φησιν· ἐκαλεῖτο καὶ φυλὴ Ἀκαμαντίς τῆς Ἀττικῆς, ὡς Σιμωνίδης. Ἀθαμαντίς· οὕτως Τέω πόλιν Ἰωνίας καλεῖ