Ἄκανθος

Stephanos of Byzantium - Ethnika

Ἄκανθος OCR ✓ Trans ✓ Confirmed ✓
city
Ἄκανθος, πόλις Θρᾴκης ἀκάνθαις πεφραγμένη, ὑπὲρ τὸν Ἄθω, ὅθεν κέκληται, ἢ ἀπό τινος Ἀκάνθου, ὡς Μνασέας. βʹ ἔστι καὶ ἐν Αἰγύπτῳ Ἄκανθος, Μέμφιδος ἀπέχουσα σταδίους τριακοσίους εἴκοσι καὶ δύο, [ἐν ᾗ] “τῆς ἀκάνθης τῆς Θηβαϊκῆς ἄλσος εὐμέγεθες, ἐξ ἧς καὶ τὸ κόμμι συνάγεται”. γʹ ἄλλη ἐν τῇ χερρονήσῳ παρὰ τὴν Κνιδίαν. δʹ ἔστι καὶ ἡ Ἀθαμανίας. τὸ ἐθνικὸν τῆς Ἀκάνθου Ἀκάνθιος, ἐξ οὗ καὶ παροιμία “Ἀκάνθιος τέττιξ” ἐπὶ τῶν ἀφώνων, τοιοῦτοι γὰρ οἱ τῆς χώρας τέττιγες, ὡς Σιμωνίδης. τὸ θηλυκὸν Ἀκανθιάς. τῆς δὲ Ἀκανθῶν [πόλεως] Ἀκανθοπολίτης· λέγεται γὰρ καὶ οὕτως ἡ πόλις· ὡς Λεοντοπολίτης καὶ Λυκοπολίτης καὶ Κυνοπολίτης, περὶ ὧν εἰρήσεται.

Translation pending

Translation Guidance

KindRuleGuidanceDetection
Glossχώρα ἡ
gloss:54f628c16aa263ce
region; territory (when belonging to a specific people, tribe, or nation); surrounding territory (when juxtaposed against a πόλις); land (remote or poetical places)
Domain: POLITCAL/CULTURAL
Rule status: In progress
Matched · high confidence · 1 scan row · 1 occurrence

Herodian overlaps

Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.

Herodian 1.146
char LCS 61 (12.1%) · word LCS 14 (13.9%)
Stephanos
Ἄκανθος, πόλις Θρᾴκης ἀκάνθαις πεφραγμένη, ὑπὲρ τὸν Ἄθω, ὅθεν κέκληται, ἢ ἀπό τινος Ἀκάνθου, ὡς Μνασέας. βʹ ἔστι καὶ ἐν Αἰγύπτῳ Ἄκανθος, Μέμφιδος ἀπέχουσα σταδίους τριακοσίους εἴκοσι καὶ δύο, [ἐν ᾗ] “τῆς ἀκάνθης τῆς Θηβαϊκῆς ἄλσος εὐμέγεθες, ἐξ ἧς καὶ τὸ κόμμι συνάγεται”. γʹ ἄλλη ἐν τῇ χερρονήσῳ παρὰ τὴν Κνιδίαν. δʹ ἔστι καὶ ἡ Ἀθαμανίας. τὸ ἐθνικὸν τῆς …
Herodian
…'θος' ὑπερδισύλλαβα ἔχοντα κατὰ τὴν παραλήγουσαν δύο σύμφωνα μὴ ὄντα ἐπιθετικὰ προπαροξύνονται, Ἐρύμανθος ὄρος καὶ ποταμός «ἢ κατὰ Τηΰγετον περιμήκετον ἢ Ἐρύμανθον» (Od. ζ 103). Ἄκανθος πόλις Θρᾴκης ἀκάνθαις πεφραγμένη, ὅθεν κέκληται, ἢ ἀπό τινος Ἀκάνθου, ὡς Μνασέας. βʹ. ἔστι καὶ ἐν Αἰγύπτῳ Ἄκανθος. γʹ. ἄλλη ἐν τῇ χερρονήσῳ περὶ τὴν Κνιδίαν. δʹ. ἔστι καὶ ἡ Ἀθαμανίας. Φάλανθος ὄρος καὶ πόλις Ἀρκαδίας. Παυσανίας ὀγδόῳ (c. 35, 9) ἀπὸ Φαλάνθου. Πύρανθος πόλις μικρὰ ἢ κώμη Κρήτης περὶ Γόρτυνα. Ψίναφθος Αἰγύπτου πολίχνι…