Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Ἀκάνναι, ἐμπόριον περὶ τὴν Ἐρυθρὰν θάλασσαν. τὸ ἐθνικὸν Ἀκανναῖος, ὡς Σαβαῖος καὶ Γερραῖος καὶ Ἐρυθραῖος παρ´ αὐτοῖς.
…ν, ἔστι δὲ τόπος ἔχων ναὸν τῶν Διοσκούρων διὰ τὸ ἐκεῖ τούτους τιμᾶσθαι. θεραπεύειν γὰρ τιμᾶν σημαίνει καὶ ὁ ναὸς τὴν οἰκίαν, ἔνθα θεοὶ θεραπεύονται. Καλύδναι νῆσοι, Ἀφίδναι δῆμος Ἀττικῆς, λέγεται δὲ καὶ Κάλυδνα, Ἄφιδνα. Ἀκάνναι ἐμπόριον περὶ τὴν Ἐρυθρὰν θάλασσαν. τὸ δὲ Ἐρυμναί πόλις Λυκίας—Ἀλέξανδρος ἐν πρώτῃ Λυκιακῶν—ὀξύνεται ἐπιθετικὸν ὄν. Τὰ εἰς 'νη' μονογενῆ ἔχοντα τὴν πρὸ τέλους συλλαβὴν εἰς 'ρ' καταλήγουσαν βαρύνεται, πτέρνη, Λέρνη ἡ κρήνη, πέρνη καὶ Πέρνη πόλις Θρᾴκης ἀντικρ…