Ἀκαρνανία

Stephanos of Byzantium - Ethnika

Ἀκαρνανία OCR ✓ Trans ✓ Confirmed ✓
region
Entry #153
Greek source: meineke
Meineke: 57.10 | Billerbeck: Α153
OCR: gemini-constrained (gemini-3-flash-preview) on 2026-01-30
Word count: 111
Source: vol1_184.jpg
Edit
Ἀκαρνανία, χώρα κεχωρισμένη τῶν Κουρήτων πρὸς τῷ Ἀχελῴῳ .... διὸ καλοῦνται οἱ μὲν κειρόμενοι Κουρῆτες, οἱ δὲ ἀκούρευτοι Ἀκαρνᾶνες. ἔνιοι δὲ ἀπὸ ἥρωος τοὔνομα ἔχειν τὸ ἑκάτερον φῦλον, οἱ δὲ ἀπὸ τοῦ ὄρους τοῦ Κουρίου τοὺς Κουρῆτας εἶναί φασιν, οἱ δὲ “θηλυστολοῦντας ὡς αἱ κόραι τοὔνομα σχεῖν ... εἶναι γὰρ καὶ τοιοῦτόν τινα ζῆλον ἐν τοῖς Ἕλλησιν, ὡς καὶ Ἰάονας ἑλκεχίτωνας [εἰρῆσθαι] καὶ κρώβυλον καὶ τέττιγα ἐμπλέκεσθαι, καὶ τοὺς περὶ Λεωνίδαν κτενιζομένους τὴν κόμην, ὅτ´ ἐπεξῄεσαν εἰς τὴν μάχην, καταφρονηθῆναι ὑπὸ Περσῶν”. τὸ ἐθνικὸν Ἀκαρνάν, ὡς Αἰνιάν Ἀτιντάν Ἀθαμάν Αἰζάν, ἁπλᾶ γάρ. τὸ Τιτανόπαν σύνθετον. περὶ τοῦ Δύμαν εἰρήσεται. ἐκ τῆς γενικῆς τῆς Ἀκαρνᾶνος Ἀκαρνανία, ὡς Κιλικία Φρυγία, καὶ τὸ θηλυκὸν Ἀκαρνανίς.
Translation pending

Herodian overlaps

Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.

Herodian 1.64
char LCS 139 (24.0%) · word LCS 23 (20.9%)
Stephanos
…δὲ ἀπὸ ἥρωος τοὔνομα ἔχειν τὸ ἑκάτερον φῦλον, οἱ δὲ ἀπὸ τοῦ ὄρους τοῦ Κουρίου τοὺς Κουρῆτας εἶναί φασιν, οἱ δὲ “θηλυστολοῦντας ὡς αἱ κόραι τοὔνομα σχεῖν ... εἶναι γὰρ καὶ τοιοῦτόν τινα ζῆλον ἐν τοῖς Ἕλλησιν, ὡς καὶ Ἰάονας ἑλκεχίτωνας [εἰρῆσθαι] καὶ κρώβυλον καὶ τέττιγα ἐμπλέκεσθαι, καὶ τοὺς περὶ Λεωνίδαν κτενιζομένους τὴν κόμην, ὅτ´ ἐπεξῄεσαν εἰς τὴν μάχην, καταφρονηθῆναι ὑπὸ Περσῶν”. τὸ ἐθνικὸν Ἀκαρνάν, ὡς Αἰνιάν Ἀτιντάν Ἀθαμάν Αἰζάν, ἁπλᾶ γάρ. τὸ Τιτανόπαν σύνθετον. περὶ τοῦ Δύμαν εἰρήσεται. ἐκ τῆς γενικῆς τῆς Ἀκαρνᾶνος Ἀκαρνανία, ὡς Κιλικία Φρυγία, καὶ τὸ θηλυκὸν Ἀκαρνανίς.
Herodian
…ς τοὔνομα ἔχειν τὸ φῦλον, οἱ δὲ ἀπὸ ὄρους τοῦ Κουρίου τοὺς Κουρῆτας εἶναί φασιν, οἱ δὲ θηλυστολοῦντας ὡς αἱ κόραι τοὔνομα σχεῖν τοὺς περὶ τὴν Αἰτωλίαν φασίν. εἶναι γὰρ καὶ τοιοῦτόν τινα ζῆλον ἐν τοῖς Ἕλλησιν ὡς καὶ Ἰάονες ἑλκεχίτωνας εἰρῆσθαι καὶ κρωβύλον καὶ τέττιγα ἐμπλέκεσθαι καὶ τοὺς περὶ Λεωνίδαν κτενιζομένους τὴν κόμην, ὅτ´ ἐπεξῄεσαν εἰς τὴν μάχην, καταφρονηθῆναι ὑπὸ Περσῶν«. τὸ μέντοι σθενῆς, τεχνῆς, λαχνῆς, ζαχρῆς ἀπὸ συναλοιφῆς γίνονται· καὶ τὸ Φανῆς ἰαμβικὸν ἰσοσύλλαβον. Τὰ εἰς 'ης' δισύλλαβα ἔχοντα πρὸ τοῦ 'η' ἀμετάβολον μετ´ ἐπιπλοκῆς συμφώνου ἑτέρου κύρια ὄντα ἢ προσηγορικὰ βαρύνεται, Μέ…