Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Ἀκέλης, πόλις Λυδίας. οἱ πολῖται Ἀκέλητες, τὸ θηλυκὸν Ἀκελῆτις. ἔοικε δὲ λέγεσθαι ἀπὸ Ἀκέλου τοῦ Ἡρακλέους καὶ Μαλίδος παιδός, δούλης τῆς Ὀμφάλης, ὡς Ἑλλάνικος. Ἡρωδιανὸς δ´ Ἀκελήσιος φησὶν ὡς Μενδήσιος, ὥστε Ἀκέλης εἶναι ὡς Μένδης, ᾧ συνᾴδει μὲν ἡ λοιπὴ χρῆσις, Ἑλλάνικος δ´ εἶπεν “εἰς πόλιν Ἀκέλην” ἐχρῆν γὰρ Ἀκέλητα εἶναι. ... ὁ γὰρ τεχνικός “τὰ διὰ τοῦ « σιος » πάντα προπαρο…
…ς παρὰ Σώφρονι οἷον »Ἡρακλῆς Ἠπιάλητα πνίγων« Κεφάλλης Κεφάλλητος ὄνομα κύριον, Ἀκέλης Ἀκέλητος ὄνομα ποταμοῦ· ἔστι καὶ πόλις Ἀκέλης καὶ ὁ πολίτης ὁμοφώνως. Ἑλλάνικος δ´ εἶπεν »εἰς πόλιν Ἀκέλην«· ἐχρῆν δὲ Ἀκέλητα εἶναι. ἔοικε δὲ λέγεσθαι ἀπὸ Ἀκέλου τοῦ Ἡρακλέους καὶ Μαλίδος παιδός, δούλης τῆς Ὀμφάλης, ὡς Ἑλλάνικος. Ἀμέλης Ἀμέλητος ὄνομα ποταμοῦ, Τρεμίλης Τρεμίλου καὶ Τρεμίλητος, ἀφ´ οὗ ἡ Λυκία ἐκαλεῖτο Τρεμίλη ὡς Πανύασις ἔνθα δ´ ἔναιε μέγας Τρεμίλης καὶ ἔγημε θύγατρα, νύμφην Ὠγυγίην, ἣν Πραξιδίκην καλέουσιν, Σίβρῳ ἐπ´ ἀργυρέῳ πο…