Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Ἀκεσαμεναί, ὡς Ἀλαλκομεναί Κλαζομεναί, πόλις Μακεδονίας, ὡς Θεαγένης. κτίσμα Ἀκεσαμενοῦ, ἑνὸς τῶν ἐν Πιερίᾳ βασιλευσάντων. τὸ ἐθνικὸν Ἀκεσαμένιος, ὡς Κλαζομένιος.
Νικόλαός φησιν. τὸ δὲ Κλαζομεναί πόλις ὀξύνεται ὡς καὶ Ἀκεσαμεναί πόλις Μακεδονίας, κτίσμα Ἀκεσαμενοῦ ἑνὸς τῶν ἐν Πιερίᾳ βασιλευσάντων, Ἀλαλκομεναί πόλις Βοιωτίας, ἣ καὶ Ἀλαλκομένιον, καὶ πόλις ἐν Ἰθάκῃ τῇ νήσῳ καὶ Ἰλλυρίας καὶ Ἰδομεναί πόλις Μακεδονίας καὶ Εὐρυμεναί πόλις Θεσσαλίας. Ἑκαταῖος Εὐρώπῃ καὶ Μισγομεναί πόλις Θεσσαλίας. Ἑλλάνικος πρώτῳ Δευκα…