Ἄκη

Stephanos of Byzantium - Ethnika

Ἄκη OCR ✓ Trans ✓ Confirmed ✓
city
Entry #160
Greek source: meineke
Meineke: 59.11 | Billerbeck: Α160
OCR: gemini-constrained (gemini-3-flash-preview) on 2026-01-30
Word count: 156
Source: vol1_188.jpg
Edit
Ἄκη, πόλις Φοινίκης. τὰ εἰς « κη » λήγοντα δισύλλαβα ἐπὶ πόλεων ἢ χωρῶν βαρύνεται. αὕτη δὲ Πτολεμαΐς ἐκαλεῖτο. Κοιλοσυρίτας δ´ αὐτοὺς ὠνόμαζον. Κλαύδιος δὲ Ἰούλιος ἐν πρώτῃ Φοινικικῶν φησὶν ὅτι ἐκλήθη ἀπὸ Ἡρακλέους “χαλεπωτάτῳ γὰρ ὑπὸ Εὐρυσθέως ἐπιταγεὶς ἄθλῳ, περισχεθεὶς τῷ τῆς Λερναίας ὕδρας ἰῷ, τοῖς τῶν δηγμάτων ἐπονεῖτο ἕλκεσιν. ἀνεῖλε δὲ τὸ Δελφικὸν μαντεῖον ἐπ´ ἀνατολὰς ἰτέον μέχρις ἂν ἐντύχῃ ποταμῷ φύοντι πόαν τῇ Ὕδρᾳ παραπλήσιον· ἐκείνης γὰρ καταπασάμενον τῶν ἑλκῶν ἀπαλλαγήσεσθαι. εὗρε δὲ τὸν ποταμὸν καὶ τὴν πυθόχρηστον πόαν, ἧς ὁ καυλὸς ἥ τε ῥίζα πάντως ἐστὶν ὀφιώδης τῷ ποικίλῳ ταῖς κεφαλαῖς· ὁπόσας γὰρ ἄν τις ἀποκείρῃ, φύονται αὖθις ἕτεραι. κολοκάσιον μέντοι καλοῦσι τὴν ῥίζαν, τὸ δ´ ὑπερπεφυκὸς κιβώριον, ὄψιν ἡδεῖαν ἐδωδίμους τε τὰς φλέβας παρέχον Αἰγυπτίοις”. περὶ δὲ τὸν Νεῖλον φύεται πολλή. ἡ δὲ περὶ τὸν Βῆλον ἕλκη θεραπεύει δυσίατα· τριβομένη γὰρ κατὰ τὴν ῥίζαν λευκὸν ἀναδίδωσιν ὀπόν. τούτῳ, φησί, καὶ Ἡρακλῆς ἰάθη. καὶ καλέσαι τὴν πόλιν Ἄκην. τὸ ἐθνικὸν Ἀκαῖος, ὡς Βαρκαῖος.
Translation pending

Herodian overlaps

Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.

Herodian 1.314
char LCS 45 (5.5%) · word LCS 9 (5.8%)
Stephanos
Ἄκη, πόλις Φοινίκης. τὰ εἰς « κη » λήγοντα δισύλλαβα ἐπὶ πόλεων ἢ χωρῶν βαρύνεται. αὕτη δὲ Πτολεμαΐς ἐκαλεῖτο. Κοιλοσυρίτας δ´ αὐτοὺς ὠνόμαζον. Κλαύδιος δὲ Ἰούλιος ἐν πρώτῃ Φοινικικῶν φησὶν ὅτι ἐκλήθη ἀπὸ Ἡρακλέους “χαλεπωτάτῳ γὰρ ὑπὸ Εὐρυσθέως ἐπιταγεὶς ἄθλῳ, περισχεθεὶς τῷ τῆς Λερναίας ὕδρας ἰῷ, το…
Herodian
τὸ μέντοι ἀκή ἡ ἡσυχία ὀξύνεται πρὸς ἀντιδιαστολὴν κυρίου. ἔστι δὲ Ἄκη πόλις Φοινίκης ἡ ὕστερον Πτολεμαΐς. ἐκαλεῖτο δὲ Ἄκη ἀπὸ τῆς ἰάσεως τοῦ γενομένου δήγματος Ἡρακλεῖ ὑπὸ ὄφεως. τὰ δὲ εἰς 'κη' λήγοντα δισύλλαβα ἐπὶ πόλεων ἢ χωρῶν βαρύνεται, Πλάκη πόλις Ἑλλησποντία. τὸ δὲ φακῆ περισπᾶται ἐκ συναιρέσεως. Τὰ εἰς 'κη' δισύλλαβα πρὸ τοῦ 'κ' σύμφωνον ἔχοντα μὴ τὸ 'λ' βαρύνεται, κάκκη κόπρος, κάκη δὲ ἡ δειλία, λόκκη ἡ χλαμύς, κρόκκη ἡ παράλιος ψηφίς. Τρίκκη πόλι…
Herodian 1.53
char LCS 19 (2.3%) · word LCS 5 (3.2%)
Stephanos
… Λερναίας ὕδρας ἰῷ, τοῖς τῶν δηγμάτων ἐπονεῖτο ἕλκεσιν. ἀνεῖλε δὲ τὸ Δελφικὸν μαντεῖον ἐπ´ ἀνατολὰς ἰτέον μέχρις ἂν ἐντύχῃ ποταμῷ φύοντι πόαν τῇ Ὕδρᾳ παραπλήσιον· ἐκείνης γὰρ καταπασάμενον τῶν ἑλκῶν ἀπαλλαγήσεσθαι. εὗρε δὲ τὸν ποταμὸν καὶ τὴν πυθόχρηστον πόαν, ἧς ὁ καυλὸς ἥ τε ῥίζα πάντως ἐστὶν ὀφιώδης τῷ ποικίλῳ ταῖς κεφαλαῖς· ὁπόσας γὰρ ἄν τις ἀποκείρῃ, φύονται αὖθις ἕτεραι. κολοκάσιον μέντοι καλοῦσι τὴν ῥίζαν, τὸ δ´ ὑπερπεφυκὸς κιβώριον, ὄψιν ἡδεῖαν ἐδωδίμο…
Herodian
…νοῦντα καὶ Φοινικοῦντα καὶ Ἐρύκην καὶ Καμικόν Ἁλικύας τε καὶ Θέρμον καὶ Καμάριναν, ὡς καὶ ἐν Ἰταλίᾳ. οἱ δὲ ἀπὸ Ἀκράγαντος τοῦ Διὸς καὶ Ἀστερόπης τῆς Ὠκεανοῦ. ἔστι καὶ Θρᾴκης καὶ Εὐβοίας καὶ Κύπρου καὶ Αἰτωλίας. Πολύβιος δὲ τὸν ποταμὸν καὶ τὴν πόλιν ἀπὸ τῆς χώρας ὠνομάσθαι Ἀκράγης διὰ τὸ εὔγεων.