Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Ἀκκαβικὸν τεῖχος, πόλις περὶ τὰς Ἡρακλείας στήλας, ἣν ἔκτισαν Καρχηδόνιοι, ὡς ἐροῦμεν ἐν τῷ περὶ Σαλμύκης. ὁ πολίτης Ἀκκαβικοτειχίτης, ὡς Γορδιοτειχίτης καὶ Χωλοτειχίτης, ὡς εὑρήσομεν ἐν τῷ « χ ».
…ελίτη ἡ Αἰγαίου τοῦ ποταμοῦ καὶ νῆσος μεταξὺ Ἠπείρου καὶ Ἰταλίας. ἔστι καὶ πόλις ἄποικος Καρχηδονίων καὶ δῆμος Οἰνηΐδος φυλῆς. Ἀμφιτρίτη, Ἀφροδίτη. τὸ δὲ λιτή δισύλλαβον ὀξύνεται ὡς καὶ Λιταί πόλις Λακωνική. τὸ δὲ Τρίτη πόλις περὶ τὰς Ἡρακλείας στήλας βαρύνεται ἐπιθετικὸν ὄν. Τὰ εἰς 'τη' πρὸ τέλους ἔχοντα τὸ 'υ' ὀξύνεται, ἀϋτή ἡ βοή, πινυτή τὸ ἐπίθετον »μήτηρ πινυτή« (Od. υ 131), Πινυτή δὲ καὶ τὸ κύριον. τὸ δὲ προσηγορικὸν εἰσὶν οἳ παροξύνουσιν, Ἀρίσταρχος δὲ ὀξύνει …