Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
…Ἄκμονος γενικῆς. Ἀκμόνεια, ἀφ´ ἧς Ἀκμονειάτης. τοῦτο δέ μοι εἴρηται, ἐπειδὴ τὰ εἰς « ευς » ἀπὸ τῆς « ου » γενικῆς γίγνεται, Ἀλεξάνδρου Ἀλεξανδρεύς, ἢ ἀπὸ ἰσοσυλλάβου γενικῆς, Ἀπάμας Ἀπαμεύς Ὑρίας Ὑριεύς. ἔστι καὶ [ἄλλο] Ἀκμόνιον ἄλσος περὶ Θερμώδοντα, ὡς Φερεκύδης, ἐφ´ οὗ μιγεὶς Ἄρης τῇ Ἁρμονίᾳ τὰς Ἀμαζόνας ἔσχεν, ὡς Ἀπολλώνιος ἐν δευτέρῳ. ὅθεν δὲ κέκληται, εἰρήσεται ἐν τῷ περὶ Δοίαντος πεδίου. τὸ ἐθνικὸν ἀμφιδοξεῖται, καὶ Ἀκμονιεύς καὶ Ἀκμόνιος.
Λιβύη Ἀμμωνία ἐκαλεῖτο, ἄκμων καὶ Ἄκμων ὁ Μάνεω, ἀφ´ οὗ Ἀκμονία πόλις Φρυγίας ὡς Ἀλέξανδρος ὁ πολυίστωρ ἐν τρίτῳ περὶ Φρυγίας, καὶ Ἀκμόνιον ἄλσος περὶ Θερμώδοντα, ὡς Φερεκύδης, ἐφ´ οὗ μιγεὶς Ἄρης τῇ Ἁρμονίᾳ τὰς Ἀμαζόνας ἔσχεν, ὡς Ἀπολλώνιος ἐν δευτέρῳ (v. 994). Λάκμων ἄκρα τοῦ Πίνδου ὄρους, ἐξ ἧς ὁ Ἴναχος καὶ Αἴας ῥεῖ ποταμός, ὡς Ἑκαταῖος ἐν πρώτῳ· ἔστι δὲ παρώνυμον ὡς ἀπὸ τοῦ Λάκμος. Ὄλμωνες κώμη Βοιωτίας. Τέκμων πόλις Θεσπρωτῶν. Ῥήμων, Πάμμων, Θέμων, Βρέμων, τέρμων…