Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
…ερίφρασιν ὁ οἰκῶν τὰς Ἀκόνας. τὸ ἐθνικὸν Ἀκονίτης, τὸ θηλυκὸν Ἀκονῖτις. [οὕτω γάρ τις νῆσος διαφέρουσα μὲν τῷ πανευφήμῳ πατρικίῳ καὶ τὰ πάντα σοφωτάτῳ μαγίστρῳ Πέτρῳ, κειμένη δὲ καταντικρὺ τῆς εὐδαίμονος πόλεως Χαλκηδόνος.] ἐπικέκληται δὲ διὰ τὸ πλῆθος τῶν ἐν αὐτῇ πρὸς ἀκόνας πεποιημένων λίθων. λέγεται καὶ ἀκόνιτον δηλητήριον φάρμακον, ὡς Ἀθήναιος ἐν τρίτῳ δειπνοσοφιστῶν, ὅτι τοὺς προφαγόντας τὸ πήγανον μηδὲν πάσχειν ἐκ τοῦ ἀκονίτου. κληθῆναι δέ φασι διὰ τὸ φύεσθαι ἐν τόπῳ Ἀκόναις καλουμένῳ, ὄντι περὶ Ἡράκλει…
…υ, Ἡγεμόνη ἀπὸ τῆς ἡγεμόνος γενικῆς, Ἑρμιόνη ἀπὸ τῆς Ἑρμιόνος γενικῆς, Χιόνη νύμφη, Νακόνη πόλις Σικελίας. Καλλιγόνη, Ἀλκυόνη, Πληϊόνη. ἔτι καὶ ταῦτα, σφενδόνη, ὀθόνη, ἀκόνη. ἔστι δὲ καὶ Ἀκόναι πολίχνιον πλησίον Ἡρακλείας. ἐπικέκληται δὲ διὰ τὸ πλῆθος τῶν ἐν αὐτῇ πρὸς ἀκόνας πεποιημένων λίθων, βελόνη, περόνη, εὐφρόνη καὶ Εὐφρόνη, ἀμπεχόνη. ὀξύνεται δὲ ἡδονή, φλεγμονή, πλησμονή, αὐονή, καλλονή, χαρμονή. Τὰ εἰς 'νη' δισύλλαβα τῷ 'υ' μακρῷ παραληγόμενα βαρύνεται, μύνη ἡ προτροπή, Βύνη, Φρύνη, Θύνη πόλις Λιβύης …