Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Ἀκόντιον, πόλις Ἀρκαδίας, ἀπὸ Ἀκοντίου τοῦ Λυκάονος. ἔστι καὶ ἑτέρα Εὐβοίας, ὡς Ξεναγόρας καὶ Ἀνδροτίων ὀγδόῃ. τὸ ἐθνικὸν Ἀκοντιεύς, ὡς Δουλιχιεύς Σουνιεύς, καὶ Ἀκόντιος, ὡς Βυζάντιος καὶ Ἀνακτόριος.
…στρίας. Μοργέντιον πόλις Ἰταλίας ἀπὸ Μοργήτων. λέγεται καὶ Μοργεντία. Πολλέντιον ἡ Πολλεντός. πόλις. Συρρέντιον πόλις Τυρρηνίας καὶ Συρρεντόν. Φερέντιον πόλις Σαυνιτῶν ἐν Ἰταλίᾳ. λεόντιον, δρακόντιον, ἀκόντιον. ἔστι καὶ Ἀκόντιον πόλις Ἀρκαδίας ἀπὸ Ἀκοντίου τοῦ Λυκάονος. ἔστι καὶ ἑτέρα Εὐβοίας, ὡς Ξεναγόρας καὶ Ἀνδροτίων ὀγδόῃ. ὀδόντιον ἡ βοτάνη καὶ τὸ τοῦ στόματος. γερόντιον, Μεταπόντιον πόλις Ἰταλίας ἡ πρότερον Σῖρις ἀπὸ Μετάβου τοῦ Σισύφου τοῦ Αἰόλου. τὸν γὰρ Μετάποντον οἱ βάρβαροι Μέταβον ἔλεγον. Ἱερόντιον ἡ πόλις. Δυσπόντιον πόλις Πισαία…