Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Ἀκούτεια, πόλις Ἰβηρίας, καθὰ Στράβων ἐν τῷ τρίτῳ. τὸ ἐθνικὸν Ἀκουιτανοί, ὡς αὐτός. ἔοικε δὲ τὸ « ι » κατὰ πλεονασμὸν ἔχειν.
… ἱερόν. ἐκαλεῖτο δὲ καὶ ἡ χώρα Ἀδράστεια καὶ Ἀδραστείας πεδίον καὶ ἡ πόλις οὕτως. ἔστι καὶ Τρωάδος Ἀδράστεια τόπος ἀπὸ Ἀδραστείας θυγατρὸς Μελίσσου, τοῦ Ἴδης τῆς πρῶτον βασιλευσάσης ἐν Τροίᾳ, ὡς Χάραξ Ἑλληνικῶν δευτέρᾳ. Ἀκούτεια πόλις Ἰβηρίας καθὰ Στράβων ἐν τῷ τρίτῳ. Ἀμφιγένεια πόλις Μεσσηνιακή. Στράβων ὀγδόῃ. ἔστι δὲ κατὰ μὲν Ἀπολλόδωρον τῆς Μακιστίας, κατὰ δὲ Ἀντίμαχον τῆς Μεσσηνίας. Μενέλαος δέ φησι καὶ Ἀμφιγένειον εἰρῆσθαι. Ἀνεμώρεια πόλις Φωκίδος. Ὅμηρος «οἵ τ´ Ἀνεμώρειαν καὶ …